De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Τοῖς χολὴν ἐμοῦσι κατάπλασμα προσεκτέον διὰ φοινίκων, συκιδίων, κηκίδων ἡψημένων ἐν οἴνῳ, ἢ ὀξυκράτῳ συνελεομένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ ὑποκυστὶς καὶ βαλαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ καταπλάσματι καὶ σικύα δὲ προσβαλλομένη μεγάλη ὠφελεῖ μετὰ φλογὸς πολλῆς. τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσαμεν.

565
ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων τὸν στόμαχον σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους ἐντίθει· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε.

Λυγμὸς γίνεται ἤτοι διὰ πλήρωσιν ἢ διὰ κένωσιν, ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων λαβόντες, εὐθέως ἂν ἐπιπίνωσιν οἶνον, λύζουσιν. ὅτι δὲ καὶ διαφθείροντες τινὲς λύζουσιν, ἔμετον μὲν ἂν εὕρομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν· ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμὸς, βιαίας δεῖται κενώσεως. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται. τοὺς δ᾿ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται πταρμὸς, διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ᾿ οἴνου, ἢ νίτρον ἐν μελικράτῳ, ἢ σέσελι, ἢ δαῦκον, ἢ κύμινον, ἢ ζιγγίβερ, ἢ καλαμίνθην, ἢ νάρδον Κελτικήν· ταῦτα τῶν ἐπὶ διαφθορᾷ σιτίων, ἢ ἐπὶ ψύξεσιν, ἢ ἐπὶ πληρώσει, βοηθήματα. τοῖς δὲ ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς, ἢ

566
γλισχροῖς χυμοῖς καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου. καὶ κατὰ τοῦ δέρματος δὲ ἐπιτιθέμενον ὠφελεῖ ἅμα σικυωνίῳ παλαιῷ ἐλαίῳ. ἁρμόζει καὶ τὸ σκιλλητικὸν ὄξος, ἢ ὀξύμελι πινόμενον, καὶ κατοχὴ πνεύματος μεγάλως ὀνίνησι.

Μιλτάριον ἤτοι συνωπίδα καὶ κιμωλίαν τὸ ἴσον μετὰ χυλοῦ ἀγριοσύκης χρῖε. ἄλλο. κισσὸν καὶ καλαμίνθην καὶ ἅλας συνεψήσας ὕδατι καλῶς νίπτε τοὺς πόδας ἅπαξ καὶ δὶς καὶ ἀποπρίσκονται. ἄλλο. ποιήσας ἅλμην δασεῖαν μετὰ θερμοῦ ἄντλει τοὺς πόδας καὶ τὰς πτέρνας τρίτον, ἅλας καὶ κύμινον καὶ ἐμβαλὼν ἔλαιον ἀνάλαβε, καὶ προαλείψας τοὺς πόδας κατάχρισον καλῶς· καὶ διὰ τῶν ἀδήλων πόρων ἐξέρχεται ἡ ὕλη.

Ἀειζώου τὸν χυλὸν ἕψει καλῶς καὶ χρῶ. ἄλλο. οἴνου χυλὸν μίξας ὀνείῳ γάλακτι καὶ γλυκεῖ οἴνῳ κατάχριε. ἄλλο. φώκης δέρμα, ἢ λέοντος, ἢ λύκου, ἢ ἀλώπεκος, ἐάν τις ἐργάζηται καὶ φορῇ ὑποδήματα, οὐκ ἀλγήσει τοὺς πόδας. ἄλλο. νυκτερίδας πιάσας ἕψει ἐν ὕδατι 

567
ὀμβρίμῳ ὡσεὶ γ΄. εἶθ᾿ οὕτως ἐν αὐτῷ τῷ ὕδατι βάλλε λινόσπερμον τριπτὸν γο. δ΄. εἷτ᾿ ὠὰ ὠμὰ γ΄. καὶ ἐλαίου κύαθον, βοείαν κόπρον γο. δ΄. κηροῦ γο. δ΄. ἑνώσας ἀμφότερα καὶ μαλάξας, χρῶ εἰς κοίτην ἅπαξ καὶ δίς.

Ὑγιεινὸν κάλλιστον τὸ περὶ σκίλλης Πυθαγόρᾳ γραφὲν, ᾧ πᾶς μὲν αὐτοκράτωρ κέχρηται, λέγεται δὲ παρὰ τοῦ δεδωκότος ὅτι μακροβίους ποιεῖ τοὺς τοῦτο λαμβάνοντας καὶ τὰ ἄκρα ἄρτια ὑπάρχει ἕως τέλους. καὶ αὐτὸς μὲν ὁ Σάμιος γέρων (οὐκ ἀγνοεῖς γὰρ ὅσον χρόνον προέκοψεν) μέμνηται ἐν τῷ συντάγματι, ὡς τῷ κατ᾿ αὐτὸν γένει μεταδεδωκὼς τὴν δύναμιν. ὅταν δὲ ἤρξατο τούτῳ χρῆσθαι, πεντηκονταετὴς ὑπῆρχεν. καὶ ἐβίωσεν εἰς ἑπτακαιδέκατον καὶ ἑκατοστὸν ἔτος ἄρτιος καὶ ἄνοσος διατελέσας. καὶ ταῦτα μὲν ὁ πατὴρ τοῦ φαρμάκου καὶ τάχ᾿ ἀνὴρ φιλόσοφος καὶ ψεύσασθαι μὴ δυνάμενος. ἡμεῖς δὲ τῆς τοῦ ἀνδρὸς πίστεως πεῖραν ἐπιθέντες βεβαίαν καὶ ἀδιάπτωτον τὴν δύναμιν ἐπιφαίνομεν. χρὴ

568
τοίνυν λαβόντα σκίλλαν ὀρεινὴν λίτρ. α΄. περιελεῖν τὰ σκληρὰ καὶ κατατεμεῖν τὰ ἁπαλὰ καὶ βαλεῖν ὄξους δριμυτάτου ξέστας η΄. εἰς ἄγγος ὑέλινον. εἶθ᾿ οὕτως καταδύσας ἔασον ἀποβρέχεσθαι ἐν τοῖς τοῦ ἀπὸ κυνὸς καύμασιν ἡμέρας λ΄. εἶτα ἐξελὼν τὴν σκίλλην καὶ ἀποπιάσας, ἐκ τούτου δεῖ τῷ πρωῒ μικρὸν καταῤῥοφεῖν. συμβήσεται δέ σοι περὶ τὸν φάρυγγα, ἢ τὸ στόμα μηδέποτε μαλακισθῆναι. καὶ τὰ περὶ τὸ στόμα τῆς κοιλίας ὑγιαίνειν. εὔπνους τε ὑπάρ ξεις καὶ τὰ περὶ τὴν φωνὴν εὐεκτεῖν, σπουδαῖον καὶ τὰ περὶ ὄμματα ὀξυδερκέστατον καὶ περὶ τὴν ἀκοὴν ὀξύκοον. οὐδὲν γὰρ πνεῦμα ἐν κοιλίᾳ ποτὲ συστήσεταί σοι οὔτε σπλάγχνον μετέωρον ἕξεις. εὔπνους τε καὶ εὔχρους διαμείνεις καὶ πρὸς τὰ ἀστεῖα πάντοτε εὖ διακείμενος. οὐκ ὀξυρεγμίσεις, οὐ λύξεις ἁλυκῶς. ἐὰν πᾶς τίς τι δὸς ἐξ αὐτοῦ καὶ κελεύω μετὰ τὸ ῥοφῆναι τοῦτον νηστικὸν ὄντα κινεῖσθαι σταδίους ζ΄. καὶ διαλυθήσεται. ὁ δὲ τούτῳ χρώμενος περὶ τὴν δίαιταν παῤῥησίαν ἀγέτω ἥντινα βούλεται, πάντα γὰρ κατεργάζεται ταῦτα, ὡς ἀπὸ μηδενὸς βλαβῆναι ποτὲ, μήτε
569
εἰς πλησμονὴν ἐλθόντα μήτ᾿ ἐφ᾿ ᾧ δοκοῦμεν συμφέρειν, περισσὸν δὲ οὐδὲν καταλειφθήσεται ἐν τῷ σώματι, οὐ πνεῦμα, οὐ χολὴ, οὐ σκύβαλον, οὐκ οὖρον. ἀλλὰ πάντα εὐέκκριτα καὶ εὐανάγωγα ποιεῖ, κοιλία διὰ πάντος εὔλυτός ἐστι. καθαρτικὸν δὲ τοῦ σώματος τὸ βοήθημα, κᾂν ἐν τοῖς ὀστέοις ᾖ ῥυπαρία. φθισικοὺς δὲ τοὺς ἐκ πάντων ἀπηγορευομένους ἀπὸ τοῦ φαρμάκου τούτου θεραπευθέντας εἴδομεν. ἐπιληψίας τὰς μακρὰς ὤνησεν ἱκανῶς, ὥστε ἀπὸ διαλειμμάτων χρόνου πολλοῦ γίνεσθαι. τὰς δὲ ἀρχομένας καὶ νέας εἰς τέλος ἰᾶται. καὶ τὸ πάθος γίνεσθαι οὐκ ἐᾷ, ποδάγρας τε καὶ ἀρθριτίδας καὶ σκληρίας ἥπατος καὶ σπληνὸς ἐθεράπευσε. καὶ αἱ μὲν κατὰ μέρος ἐνέργειαι αὖται· αἱ δὲ κοιναὶ καὶ πλεῖσται καὶ ὑφ᾿ ὧν κινηθέντες ἐκδεδώκαμέν σοι τὸ ὑγιεινὸν φάρμακον τοῦτο, ὑγείας καὶ ἀρτιότητος ἕνεκα ἀποτελεοῦται.

Οὕτος ὁ οἶνος πινόμενος πάσης ὑγείας ἐστὶ παροχηκώς. λεπτύνει

570
γὰρ τοὺς χυμοὺς καὶ ἐξαιρέτως τὸ φλέγμα καὶ οὐκ ἐᾷ συστῆναι ἐν τῷ στομάχῳ, ἢ ἐν τῇ κοιλίᾳ, ἢ ἐν κεφαλῇ, ἢ ἥπατι, ἢ σπληνὶ, ἢ νεύροις, ἢ ὀστέοις, ἤ τι τοιοῦτον γλίσχρον χυμὸν καὶ ποιοῦντα τὰς ἐμφράξεις· ἀλλὰ πάντα λύει καὶ γαστέρα μαλάσσει καὶ οὕτως ὑπάγει καὶ οὖρα κινεῖ καὶ δι᾿ αὐτῶν τὰς αἰτίας λεπτομερεῖ καὶ ἐκκρίνει. οὕτως δὲ καθαίρει κεφαλὴν, ὡς μηδὲ τοὺς μυξωτῆρας ὑγρότητα ἔχειν. πεποίηται δὲ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἐπιληπτικοῖς, οὕτως γὰρ πάσης ὑγείας ἐστὶ περιποιητικός. ἔχει δὲ οὕτως. λαβὼν σκίλλαν ἐξ ὀρέων λευκὴν περὶ τὴν κυνὸς ἐπιτολὴν λίτρ. α΄. διάψυξον ἐν σκιᾷ ἡμέρας ι΄. καὶ δι᾿ ἐμβάλλας εἰς ὕελον τὰ φύλλα τὰ διαψυχθέντα τῆς σκίλλης, βάλλε οἴνου λευκοῦ παλαιοῦ ξέστας ιβ΄. καὶ κρεμάσας ἡμέρας μ΄. ἔπαγον τὴν σκίλλην ἐκ τοῦ οἴνου καὶ ῥῖψον καὶ τὸν οἶνον χρῶ πρὸς τὰ ἐπαγγελθέντα καὶ εὑρήσεις αὐτοῦ τὴν δύναμιν, χρώμενος ἑκάστοτε πρὸ σιτίων ἐκ τοῦ οἴνου γο. β΄. εἰ δ᾿ ἀπὸ κοίτης γο. (S"). εἰ δὲ βούλει πρὸς πόμα αὐτὸ ποιῆσαι, διὰ τὴν ἡδύτητα πρόσμιξον καὶ μέλιτος ξέστας δύο, ἢ γ΄.
571

Ὀριγάνου, κόμμεως, ὑσσώπου, σαμψύχου, γλήχωνος, θύμου, ταῦτα ἕψει μετὰ γλυκέος γο. γ΄. ἕως οὗ γένηται α΄. καὶ δίδου ἀναγαργαρίζεσθαι. ἐκτινάσσει γὰρ καὶ τὰ ἐν τῷ πνεύμονι ἐσθιόμενος. ποιεῖ δὲ τοῦτο ἐπὶ ἡμέρας, πεπείραται γάρ.

Κόριδας ἀπὸ κλίνης λειώσας κατάχριε τὸν οὐρητῆρα καὶ εὐθέως οὐρήσει. τοῦτο δὲ καὶ παιδίοις μὴ δυναμένοις οὐρῆσαι ποιεῖ.

Δαφνίδων καὶ πεπέρεως ἴσα κόψας καὶ σήσας μετὰ ὑδρομέλιτος μέτρον α΄ δίδου. ἑκάστῳ δὲ τὸ ὑδρομέλι θερμόν.

Δάφνης φλοιὸν ἀναζέσας ὕδατι συμφύρα καὶ δίδου ἐκ τούτου ῥοφᾷν. ἐνεργεῖ γὰρ λίαν.

Ζιγγιβέρεως δραχ. β΄. κράμβης 

572
σπέρμα δραχ. δ΄. μήκωνος δραχ. α΄. χυλὸν ἀναλαβὼν ποίει καταπότια καὶ δίδου τῷ πάσχοντι.

Θύμου καὶ μαράθρου ἐξ ἴσου κόψας ἐν εὐκράτῳ θερμῷ δὸς πιεῖν.

Ἀσάρου, μίσυος, νάρδου Κελτικῆς ἴσα ἀναλάμβανε μέλιτι Ἀττικῷ ἀπηφρισμένῳ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εὐρωστεῖν γὰρ ποιεῖ καὶ πρεσβύτας, τοὺς ξηρὰν ἔχοντας ῥύσιν καὶ εὐτονωτέραν ποιεῖ.

Ῥίζαν κρίνου δὸς πιεῖν προαναζέσας, ἢ ὑοσκυάμου χυλὸν ἢ καρπὸν μετὰ οἰνογάλακτος φυράσας ἔμβαλλε εἰς δέρμα ἐλάφου καὶ περίαπτε τὸν δεξιὸν μηρὸν καὶ θαυμάσεις. ἄλλο. συάγρου ὄνυχας ὀπτήσας μετ᾿ οἴνου πότισον, ἢ ἀλέκτορος ὄρχιν ὀπτήσας δὸς φαγεῖν. ἄλλο. κοχλίαν καύσας μετὰ τοῦ ὀστράκου καὶ λειώσας δίδου πιεῖν μετὰ οἴνου εἰς κοίτην.

Λινοσπέρμου, πεπέρεως,

573
πετροσελίνου κόψας καὶ σήσας μετὰ κονδίτου λάμβανε κοχλιάριον α΄.

Σκορπίδια θαλάσσια τρία μικρὰ καύσας ὁλόκληρα τὴν τέφραν πότιζε μετὰ κονδίτου.

Ῥοῦν μετὰ οἴνου καὶ ὀρύζης ἑψήσας καὶ ἀποτριτώσας ἔνιε, ἢ τράγου ἧπαρ ἑψήσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν, ἢ κηκίδας καύσας λείωσον καλῶς καὶ μίξας στέαρ χοίρειον καὶ τηγανίσας μετὰ ὄξους δὸς φαγεῖν τῷ πάσχοντι, ἢ λαβὼν πεπέρεως δραχ. α΄. θερμίνου ἀλεύρου ἤτοι λουπιναρίου δραχ. γ΄. καὶ μέλιτος κοχλιάριον α΄.

Κάχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετ᾿ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν μετὰ μίαν ὥραν τῆς ἐπισημασίας.

Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον, ἢ τοῖς δήγμασι ἐπιτιθέμενον,

574
ἢ σκόροδα καταπλαττόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα.

Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω· καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ. καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον. ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει. καὶ τὰς περὶ ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει.