De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Εἰς τὸ δεξιὸν ὠτίον τοῦ ἐπικειμένου λεπτὴν φλέβα κόψον καὶ ἐξερχομένου τοῦ αἵματος θαυμάσεις, ἐὰν δὲ πονήσῃ σπλῆνα, ποίησον ὁμοίως εἰς τὸ ἀριστερόν.

Ἀγνοκούκκια δίδου ἐσθίειν καὶ πίνειν καὶ οἴνου πρωῒ καὶ ὀψέ. ἄλλο. σελίνου σπόρον καὶ μακεδονίου καὶ ἐρεβίνθην καὶ ἀγνόκοκκα πάντα συντρίψας μετὰ οἴνου θερμοῦ δὸς πιεῖν.

Εὐζώμου σπέρμα, καρδάμου σπέρμα, ῥαφάνου σπέρμα λειώσας ἕνωσον μετὰ μέλιτος Ἀττικοῦ καὶ δίδου δραχ. α΄. μετὰ οἴνου παλαιοῦ.

Οἶνον ὡσεὶ μέτρα εἴκοσι πληροῖς γέμισον πίθον καὶ ἄρον ἐξ αὐτοῦ μέτρα β΄. καὶ

553
βάλλε ἐν χύτρᾳ λιθίνῃ, ἐπίβαλλε μαράθρου μιλιάρια ρ΄. σελινόσπορον μιλιάρια ρ΄. ἄνισον μιλιάρια ν΄. μετὰ τούτων δεῖ βράσαι καλῶς καὶ σακκελίζειν καὶ ξέστου ὄντος ἐνστρέφειν ἐν τῷ πίθῳ, εἶτα ἔπαρον τριψίδιον μιλιάρια ρ΄. καρυοφύλλων μιλιάρια ε΄. κρόκου μιλιάριον α΄. μαστίχης μιλιάρια γ΄. κύπερον μιλιάρια ε΄. ξυλαλόην μιλιάρια ε΄. τρίψας ὅλα ὁμοῦ καὶ σήσας ἔμβαλλε ἐν ὀθόνῃ λινῇ καὶ θὲς μέσον τοῦ πίθου καὶ χρῶ.

Δεῖ σε λαβεῖν ῥοδόμελι καθ᾿ ἑκάστην ἡμέραν μιλιάρια κ΄. σελινόσπερμον μιλιάριον ἓν, ἄνισον μιλιάριον τὸ (S"). καὶ ἐπινηστεύειν τὸν μεσημερίον καὶ τότε γεύεσθαι. καἰ γὰρ διὰ τοῦτο ὡρίσαμεν ποιεῖν σε οὕτως, διὰ τὸ εἶναι τὸ ῥόδον ἐνδυναμοῦντα τὸν στόμαχον, τὸ δὲ μαστίχην θερμαῖνον τὸ μάραθρον καὶ τὸ σέλινον, διὰ τὸ ἐὰν εὕρωσιν ἐν τῷ ἥπατι καὶ τῷ σπληνὶ πλῆθος χυμῶν μελανικῶν, αἴρωσι καὶ κατάγωσι διὰ τῶν οὔρων ἀνωδύνως, τὸ ἄνισον, διὰ τὸ διώκειν τὰ πνεύματα

554
ἀπὸ τῆς γαστρὸς καὶ ῥωννύειν τὸν στόμαχον καὶ διὰ τοῦτο ὡρίσαμεν νηστεύειν ἐς τὸ μεσημέριον, ἵνα μὴ φανῇ ἕτερον νόσημα, καὶ ἀπομείνῃ ἡ δύναμις τῶν βοτανῶν· μετὰ δὲ τὸ διαβιβάσαι τὰς ι΄. ἡμέρας τὴν αὐτὴν ἀκολουθίαν ἀεί ποτε ποίει μετὰ ῥοδοσάκχαρος διὰ τὸ ῥωννύειν τὸν στόμαχον καὶ ζῇν ἀνωδύνως. ὡρίσαμεν δὲ καὶ περὶ τροφῆς δεκάλογον τρόπῳ τοιῷδε.

Τὴν πρώτην ἡμέραν δεῖ σε φαγεῖν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ι΄. σὺν ἄρτῳ καὶ οἴνῳ τὸ ἀρκοῦν· τῇ δευτέρᾳ ἡμέρᾳ φάγε μέλι μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ τρίτῃ ἡμέρᾳ κρέας ἀμνοῦ ἐνιαυσιαίου ὠμοπλάτην κοπανήσας καὶ ἑψήσας, ὄπτα πυρὶ καὶ τρέφου σὺν οἴνῳ τῷ ἀρκοῦντι καὶ ἄρτῳ καὶ παξαμαδίῳ· τῇ τε τετάρτῃ ἡμέρᾳ ὀρύζην μόνον ἕψει ἐν ὕδατι καὶ τίθει μέλι καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ ε΄. ἡμέρᾳ ῥοΐδια καὶ ἀμύγδαλα καὶ σκόροδον μετὰ δαύκων καὶ σύκων, ἰσχάδων, σταφίδων καὶ μέλιτος ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τοῦ ἀρκοῦντος· τῇ στ΄. ἡμέρᾳ

555
κρέας ὅμοιον ἐνιαυσιαῖον τίθει ἐν τηγάνῳ μετὰ δαύκων καὶ ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν, διὰ τὸ τὴν δύναμιν τῶν ῥοιῶν σε σβέσαι· ψυχραὶ γὰρ ὄντως εἰσὶ καὶ διὰ τοῦτο ὡρίσθησαν αἱ ῥοιαὶ πρὸς ψυχρασίαν, δηλονότι τῶν προωρισθέντων ἔμπροσθεν εἰς τὰς ε΄. ἡμέρας. θερμὰ γὰρ ὄντως. τῇ ἑβδόμῃ ἡμέρᾳ κρέας κοπανιστὸν μετὰ ἐρεβίνθων καὶ ἀρτυμάτων ἕψει, τρέφου τὸ ἀρκοῦν· τῇ ὀγδόῃ ἡμέρᾳ κρέας σὺν μέλιτι καὶ ὄξει, συκάδων, ἀμυγδάλων, καρύων συρικῶν, κρόκου, δαύκου, σταφίδων σὺν ἑτέροις κρέασι κοπανιστοῖς ἕψει μετὰ μέλιτος ἱκανοῦ καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν· τῇ ι΄. ἡμέρᾳ ἐν κρέασι καὶ ἐν νηστείαις ῥοὸς κόκον ὁμοίως τοῖς προειρημένοις ἕψει καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν. αὕτη ἐστὶν ἡ δίαιτα τῶν τροφῶν. ἐν τῇ ὥρᾳ τοῦ δείπνου ἀεὶ χρῶ ἡδυοσμόμελι, διὰ τὸ τὰς τροφὰς χωνεύειν καὶ οὐκ ἐᾷν πληθυνθῆναι φλέγμα ἐν τῷ στομάχῳ· καὶ ὡς ἂν ὑγιὴς μένῃς, μηκέτι φλεβοτόμει ἅνευ πάθους. ὅταν δέ σοι συμβῇ νόσημα περὶ τὴν κεφαλὴν,
556
φλεβοτόμησον τὴν κρανιακὴν φλέβα καὶ ἔμβαλε ὅσον μιλιάρια ι΄. συσκεύαζε δὲ τὸν χρόνον δὶς τὸν Ἀπρίλλον μῆνα καὶ τὸν Σεπτέμβριον ποιῶν ἀποχὴν ἡμέρας γ΄. ἔμπροσθεν καὶ ὄπισθεν πίνειν καὶ βοήθημα τὸν χρόνον δὶς τοῖς προειρημένοις μησί. καὶ κωδείαις χρῶ διὰ τὸν ὕπνον· δεῖ σε ἀπέχεσθαι τῶν συνουσιῶν, εἰ δὲ βούλει, ἅπαξ τὴν ἑβδομάδα μετὰ τὸ διαβῆναι τὸ μεσόνυκτον· τὸν δὲ Ἰούλιον μῆνα καὶ τὸν Αὔγουστον δεῖ σε ἐμεῖν ἡμέρας β΄. ἄμφω, διὰ τὸ εἰς μίαν ἡμέραν ὁ στόμαχος κάθαρσιν οὐ λαμβάνει· ὅταν δὲ ἐμεῖς, βλέπε μήποτε πίῃς ὕδωρ ἢ ἔμπροσθεν ἢ ὄπισθεν· ὅταν δὲ ἐμεῖς, τοὺς ὀφθαλμοὺς σκέπασον καὶ δῆσον καὶ ἱστάμενος ἔμει ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ποταμῷ. μετὰ τὸ ἐμέσαι εἰ διψεῖς πιέζου λαβὴν καὶ ἐπινήστευσον· δεῖ σε λούεσθαι τὸν Ἀπρίλλον μῆνα μέχρι καὶ ὅλου τοῦ Νοεμβρίου μηνὸς καὶ τοὺς ἀπηγορευμένους μῆνας ἀπέχου τοῦ λούεσθαι· ὅταν δὲ λούεσθαι τὴν ἑβδομάδα ἅπαξ, ἀεὶ δὲ πότε νήστης λούου. καὶ ἐὰν δίψῃς, πίε εὔκρατον ὕδωρ καὶ μετὰ τὸ ἐξελθεῖν ἄλειφε τὴν κεφαλὴν ἔλαιον ἢ γάλα γυναικεῖον θηλυτρόφου, 
557
τοὺς δὲ πόδας κατὰ νύκτα ἄντλει θερμῷ ὕδατι σὺν πιτύροις.

Ἀμύγδαλα λίτρ. γ΄. σπόρον κολοκύνθης λίτρ. α΄. ἔκβαλον τὸ ἔλαιον τῶν ἀμφοτέρων καὶ ἄλειφε τὴν κορυφὴν καὶ τοὺς μυκτῆρας, τὰς χεῖρας καὶ τοὺς πόδας.

Ἔπαρον κυδώνια ὥριμα καὶ γλυκέα καὶ καθαρὰ καὶ ἄρον τὸν ζωμὸν καὶ ἔνιε τῷ οἴνῳ.

Ἔπαρον ἀξούγγιον χηνὸς μοίρας β΄. μυελὸν ἐλάφων ἐκ τῶν ἀτζῶν καὶ μαρτασάγκην ταπαρὴν καὶ μέλι ἄκαπνον ὑλιστὸν καὶ τίθει ἐν πετρίνῳ τηγάνῳ καὶ βράσον, ὥστε λυθῆναι τὰ ῥηθέντα ἀλείμματα καὶ θερμοῦ ὄντος ἔμβαλλε τὸ μαρτασάγκην, καὶ ὅταν ψυχρανθῇ τελικῶς, βάλε τὸ μέλι καὶ μάλαξον καλῶς δίκην μαλάγματος

558
καὶ ἄλειφε ἐν πυρὶ ἢ ἐν κλιβάνῳ καὶ τύλιξον καλῶς, ἄλειφε δὲ ἕως ὅτι ἀπέλθῃ ὁ πόνος.

Χολὴν βοὸς καὶ ὑγρόπισσον καὶ ὄξος ἑνώσας ποίει ἔμπλαστρον καὶ ἐπίθες· ἢ πηγάνου φύλλα μετὰ χωρυγίου ἐπίθες εἰς τὰς ὀπάς.

Ἀριορεπανίου ῥίζαν βάλλε μετ᾿ οἴνου γλυκέος καὶ δὸς πιεῖν τῷ κάμνοντι.

Τρῖψον πέπερι κόκκους ιε΄. καὶ ἅλας ὁμοίως βάλλε ἄπλυτον καὶ τεάφην καὶ ἑνώσας μετὰ ἀφοδεύματος ὀρνιθίου ξανθοῦ, σὺν ἐλαίῳ ἄλειφε· ἢ δαύκου σπέρμα καὶ μελάνθιον καὶ πράσον λειώσας πότισον.

Λαβὼν χαμαίδρυν καὶ κριθάλευρον καὶ ζυμώσας ταῦτα μέλιτι ἐπίχριε καὶ κατάπλαττε.

Βάλλε δενδρολίβανον εἰς τζουκάλιον μετὰ οἴνου παλαιοῦ καὶ ἀποτριτώσας ἐν λουτρῷ πότισον· ἢ ἔλαιον καὶ οἶνον ὁμοίως ποίησον καὶ πότισον ἐν λουτρῷ χλιαρόν.

559

Κύμινον καὶ κιννάμωμον κοπανήσας ἀμφότερα καὶ βαλὼν σμύρναν καὶ μαστίχην καὶ βλυσκούνην ὀλίγον καὶ ἑψήσας καὶ προσμίξας δὸς πιεῖν· ἢ ἡδυόσμου κλῶνας γ΄. καὶ ῥοΐδιον καὶ φοινίκια πότισον.

Φέρε ὕδωρ καὶ βράσον λινόσπερμα μετὰ μέλιτος καὶ κατάπλασον εἰς τὴν καρδίαν.

Κύμινον καὶ σίτινον ἄλευρον καὶ οἶνον παλαιὸν ποίησον κατάπλασμα καὶ τίθει ἐπάνω τῆς καρδίας.

Κράμβης φύλλα καὶ ἀμμωνιακὸν καὶ ὄξος δριμὺ τρῖψον καὶ μίξας ἐπίχριε τὸν τόπον ἡμέρας γ΄. ἢ πλατάνου φύλλα ἕψησον μεθ᾿ ὕδατος, ἕως οὗ ἀποτριτωθῇ, καὶ πότισον· ἢ κραμβίου φύλλα φλόγισον ἐν πυρὶ καὶ λειώσας μετὰ οἴνου πότισον.

Ταύρου κέρατα ξυόμενα καὶ μετὰ ὕδατος πινόμενα αἱμοῤῥοίας ἰᾶται, ἢ λουλάκην καὶ κραμβόσπερμα καὶ σκαμμωνίας, ἑνώσας τὰ τρία, δὸς πιεῖν.

Κηκίδας τετριμμένας καὶ ῥοὸς

560
ἄνθη. ἢ τὰ σίδια μετ᾿ οἴνου ἀποτριτώσας δὸς πιεῖν ἢ τῆλιν ἑψήσας μετὰ μέλιτος δὸς πιεῖν τὸν ζωμόν.