De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Σμύρναν, λίβανον, ἀμμωνιακὸν, μαστίχην μετὰ λευκοῦ ὠοῦ λειώσας ἐπὶ πλείστην ὥραν περίχριε τὸ στῆθος καὶ τὰ σπλάγχνα καὶ ἐπίθες στυππεῖα.

Τοὺς βδέλλας καταπιόντας χρὴ στῆσαι πρὸς τὸν ἥλιον καὶ κατανοῆσαι ἐν ποίῳ τόπῳ κρέμανται καὶ ἐπιστάξαι αὐταῖς γάρος καὶ εὐθέως ἀφίστανται τοῦ τόπου καὶ ἀποπτύονται· ἢ ὄξος καὶ βούτυρον μίξας καὶ πυρώσας σίδηρον καὶ σβέσας ἐν αὐτοῖς δὸς πιεῖν καὶ βάλλει τὰς βδέλλας, ἢ βάλλε τὸν καταπιόντα τὴν βδέλλαν εἰς θερμὸν ὕδωρ ἕως τοῦ πώγωνος καὶ γεμώσας φιάλην ὕδατος ψυχροῦ στόματι πρόσαγε ταῖς χερσὶν αὐτοῦ, μὴ δὸς δὲ πιεῖν καὶ εὐθέως ἡ βδέλλα ἐξελεύσεται. ἄλλο. βδέλλας καταποθείσας ἀνάγει ὄξος θερμὸν καταῤῥοφούμενον, ἢ ὀπὸς συριακὸς καταῤῥοφούμενος, ἢ κόριδες ὑποθυμιώμεναι.

539

Χυλὸς μαλάχης τοὺς ὑπὸ μελισσῶν πληγέντας ἀπόνους ποιεῖ.

Κέρας αἴγειον καύσας καὶ μετὰ ὄξους λειώσας κατάπλασον, ἢ καπνέαν φούρνου μετὰ μέλιτος κατάχριε, ἢ καλάμου ῥίζας καὶ ἐρεβίνθην καὶ φαιρία κυπαρίσσου καὶ κέρας ἐλάφου, κεκαυμένα τὰ πάντα λειώσας καὶ κενώσας πότισον σὺν ὄξει καὶ πράσῳ.

Ζύμην σιτίνην μετὰ ἀξουγγίου μαλάξας ἐπιμελῶς χρῶ, δόκιμον γάρ ἐστι.

Λαβὼν βόλβιτον, ἐὰν ἀνὴρ πάσχῃ, ἄῤῥενος· εἰ δὲ θήλεια, θηλείας καὶ βαλὼν εἰς χύτραν καινὴν καὶ πωμάσας περίπλασον πηλὸν τῷ πόματι, ὥστε μὴ διαπνεῖν, εἶτα λαβὼν τὴν χύτραν θὲς ἐπὶ τέφραν ἀσβέστου ἐπὶ ἡμέρας ζ΄. περὶ δὲ τὴν ὀγδόην ἀνοίξας ἔξελε τὸν βόλβιτον καὶ ποιήσας ξηρίον ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, ἐπὶ δὲ τῆς χρείας δίδου κοχλιάρια γ΄. μετ᾿ οἴνου ἐπὶ ἡμέρας

540
ζ΄. δέον δὲ τὸν οἶνον εἶναι ἀπεζεσμένον ἐν πηγάνῳ. τοῦτο τὸ πόμα ποιεῖ καὶ ἐὰν ὦσιν ὄγκοι καὶ οἰδήματα, ξηραίνει καὶ κενοῖ διὰ τῶν οὔρων· ὁ δὲ πάσχων μὴ πινέτω δι᾿ ὅλης τῆς ἡμέρας, εἰ μὴ τρία μόνον· δόκιμον γάρ ἐστι.

Ἐγχέλυς ἰχθὺς πνιχθεὶς ἐν οἴνῳ καὶ δοθεὶς ὁ οἶνος εἰς πόμα μῖσος οἴνου ποιεῖ. ὁμοίως καὶ σταφυλὴ ἀπεζεσμένη. ἀμέθυσος διατηρηθῆναι εἰ θέλεις καὶ ἄνοσος, φύλλα πηγάνου ἔσθιε· παύει δὲ καὶ κεφαλαλγίαν τὴν ἐξ οἴνου. ὁμοίως καὶ ἡ ἄκορος ἐσθιομένη καὶ ἡ Θηβαία. ἀμέθυσος διατηρεῖται ὁ προφαγὼν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ζ΄. ἢ θ΄. ἢ ια΄. ἀμέθυστος διατηρεῖται ὁ πνεύμονα προβάτου νήστης ἐσθίων ἑφθὸν, ὅσα γὰρ πίῃ, οὐ μεθύσει.

Κληματίδων ἀμπέλων χλωρῶν ἢ ξηρῶν μικρὸν καύσας ἀπόσβεσον ἐν τῇ φιάλῃ ἔνθα ἐστὶν ὁ οἶνος, καὶ εὐθέως μεθύσει.

Δαφνίδων τὸ ἐντὸς λειώσας

541
μετὰ μέλιτος ἐπίχριε, ἢ στρόβιλον μέλιτι συνεψήσας ἐπίχριε τοὺς ὀφθαλμούς.

Τὸ τῶν χαλκέων ὕδωρ, εἰς ὃ τὸν σίδηρον ἀποσβεννύουσι, θερμάνας πρόκλυζε. εἶτα οὕτως κοχλίαν καύσας καὶ ποιήσας ξηρίον ἐπίπασον.

Ῥόδων ἄνθη λεάνας μετὰ μέλιτος ἔγχριε, ἢ ἐγκέφαλον προβάτου μετὰ μέλιτος ἔγχριε, ἢ βούτυρον μετὰ μέλιτος.

Σήσαμος λειωθεὶς μετὰ γλυκέος καὶ πινόμενος, ἢ πτισάνη ἑφθὴ σὺν μαράθρῳ ῥοφουμένη, ἢ κάρδαμον μετὰ κράμβης πινόμενον.

Ἅλμην κατάντλα καὶ φακὴν ἑφθὴν καὶ ψίχια καὶ ῥόδινον λειώσας κατάπλαττε.

Μολίβδιν ἑψήσας μετὰ θείου καὶ ὄξους ὀλίγου καὶ ἐλαίου περίχριε τὸν τόπον. ἄλλο. κάρυα παλαιὰ σεσηπότα λειώσας ἔμβαλλε εἰς τρυβλίον καὶ χρῖε. 

542
ἄλλο. ὄξος πότιζε καὶ ἐλάφου κέρας καύσας κατάπλασον, ἢ λιθάργυρον καὶ ὄξος καὶ ἔλαιον μίξας χρῖε εἰς ἤλιον.

Βούγλωσσον βοτάνην ἀνάσπασον καὶ κόψας τὰς ῥίζας πλῦνον καλῶς καὶ ὁλμοκοπήσας πρόσπλεξον χοίρειον ἀξούγγιον καὶ μαλάξας καλῶς ἐπίθες τῷ τραύματι.

Σελίνων ῥίζας ε΄. μαράθρου ῥίζας τρυφερὰς δ΄. ἀνίσου δραχ. α΄. ὄξος καὶ μέλι καὶ κρόκος ἀληθινὸς, ἑψείσθωσαν πάντα χωρὶς τοῦ κρόκου καὶ μετὰ τὴν ἕψησιν ἐμβληθήτω ὁ κρόκος καὶ δοθήτω ἥμισυ φιάλης.

Ἐλαῖαι μαῦραι διαμασώμεναι, ἢ ἀγριοσταφίδες ἐν ὄξει ἑψηθεῖσαι καὶ διακλυζόμεναι.

Πλῦνον αὐτὰς πρῶτον μετ᾿ οἰνομέλιτος, εἶθ᾿ οὕτως ἔμβαλλε χολὴν βοείαν καὶ λαγωοῦ ἀφόδευμα, ἢ τὸ διὰ σάπωνος, ἢ πηγάνου χυλὸν ἔνσταξον εἰς τὰς ὀπὰς, ἢ ἀριστολοχίαν τρίψας γέμισον ἐν αὐταῖς τὰς τρυπὰς μετ᾿ ὄξους.

543

Τὸ πήγανον πρῶτον μὲν ἐσθιόμενον καὶ πινόμενον ὀξυδορκίαν ποιεῖ καὶ συνουσίας ἀποστρέφει, πόνον δὲ κεφαλῆς ἰᾶται, εἴ τις τοῖς ἁπαλοῖς τῆς κεφαλῆς τὰ ὀστᾶ ἐμφράσσει. ἑνωθεὶς δὲ χυλὸς τοῦ πηγάνου μετὰ χυλοῦ μαράθρου καὶ μέλιτος καὶ καταχριόμενος ἀμβλυωπίας ἰᾶται· τὸ αὐτὸ ποιεῖ καὶ ὁ χυλὸς τοῦ καρποῦ τῆς ῥάμνου μετ᾿ οἰνομέλιτος χριόμενος, καὶ ἡδύοσμον μετ᾿ ἀλφίτου καταπλασθὲν ἰᾶται ἀποστήματα.

Βερονίκην μέλιτος ἀκάπνου πληρώσας δὸς φαγεῖν· καὶ κράμβης σπέρμα καὶ βασιλικοῦ σπέρμα τρίψας ἀνὰ κόκων στ΄. μετὰ οἴνου δὸς πιεῖν γυναικὶ ὑπὸ πολλοῦ αἵματος πασχούσῃ.