De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Λαβὼν λημνίας σφραγῖδος γο. α΄. γῆς ἀστέρος γο. β΄. κοραλλίου γο. β΄. δίδου μετὰ ὀξυμέλιτος ἀκράτου κοτύλην α΄. πρωῒ καὶ ἑσπέρας τοῦτο χρῶ. ἄλλο. ἀκακίας κιῤῥᾶς, ἀμύλου ἰατρικοῦ ἴσα λειώσας δίδου πιεῖν μετὰ εὐκράτου κοχλιάρια ε΄.

Λαβὼν ἀειζώου καὶ ἀνίσου φύλλα ε΄. ἢ ζ΄. ἀπόζεσον ἐλαίῳ ῥοδίνῳ καὶ χρῖε ἀπὸ κεφαλῆς ἕως πέλματος καὶ θαυμάσεις· ἢ πυρέθρου

534
ῥίζαν λεάνας σὺν ἐλαίῳ σύγχρισον. τοῦτο γὰρ ἱδρῶτας κινεῖ καὶ τὰ χρόνια ῥίγη παύει καὶ τὰ κατεψυγμένα μέρη τοῦ σώματος, ἢ παρειμένα ἰᾶται. ἄλλο. δαφνίδας καὶ θύμον ἐν οἴνῳ τὰ ἀμφότερα λειώσας ἐπίχρισον καὶ περίβαλλε ἱματίοις καὶ ἱδρώσει.

Λαβὼν καλαμίνθην καὶ κόψας καὶ σήσας ἐπίβαλλε ἐν τρυβλίῳ καὶ ἀναλαβὼν μέλιτι ἕψει ἕως δίκην καταπλάσματος καὶ ἐπιπλάσας λεπτῇ ὀθόνῃ ἐπίθες φασκιῶν, πεπείραται γὰρ παρὰ πολλοῖς.

Ζιγγιβέρεως δραχ. δ΄. βράθυος δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. δίδου μετ᾿ οἰνομέλιτος. ἄλλο. πίσσης ξηρᾶς, τηλεφίου, κολοφωνίας, μαστίχης, ὑέλου λευκοῦ ἴσα λείου καὶ ποίει ξηρίον καὶ προλούσας ἔτι θερμῶς ἔχοντος τοῦ χρωμένου ἐπιχρίσας ὑγρᾷ πίσσῃ, ἐπίπασον τὸ ξηρίον καὶ ἄνωθεν ἐπίθες καὶ δέσμει καλῶς.

535

Ἀγριοσύκην κοπανήσας ἐκ τοῦ χυλοῦ τριβέσθω ἢ τῆς ῥίζης τὸν χυλὸν ἀνατριβέσθω ἐν βαλανείῳ. καὶ ἅλας καὶ περιστερᾶς κόπρον λειώσας μετ᾿ ἐλαίου ἐπίχριε.

Ἅλατος ὀπτοῦ, ὀριγάνου, σποδὸν κληματίδων ἴσα λεκίθους ὠῶν β΄. ἢ γ΄. σὺν οἴνῳ μίξας κατάπλασον.

Ὄνυξιν ἀποσπασθεῖσιν ἀπὸ προπτώματος καὶ εἰς παρωνυχίαν ὄχαρ λειώσας καὶ ξηρίον ποιήσας ἐπίπασον. ὄνυχας δὲ λεπρώδεις καθαρίσεις, εἰ θεῖον ἄπυρον καὶ κρόκον ὠοῦ ἴσα μίξας μετ᾿ ὄξους καὶ ἐπιθήσεις.

Λιθαργύρου γο. β΄. κρόκου γο. β΄. ὠῶν ὀπτῶν λεκίθους γο. δ΄. ῥοδίνου τὸ ἀρκοῦν. ἄλλο. ὀθόνιον καύσας τὴν σποδιὰν ῥοδίνῳ μίξας καὶ κηρῷ καὶ ἀγχούσῃ ἑνώσας χρῶ.

Σώρεως,

536
χαλκάνθου, στυπτηρίας, χαλκίτεως, μίσυος, γύψουκόμμεως, ἀνὰ δραχ. η΄. λειώσας χρῶ. πάνυ γὰρ καλόν ἐστι καὶ πεπείραται ἄλλο. χαλκίτεως δραχ. στ΄. ῥητίνης φρυκτῆς δραχ. δ΄. μάννης δραχ. β΄. ξηρῷ χρῶ.

Λιβάνου ἄῤῥενος, ζιγγιβέρεως, ἀλόης, θείου ἀπύρου, ἀνὰ δραχ. β΄. ὄξει ἀναλαβὼν χρῖε πτερῷ, προτρίψας ῥάκει ἐξ ἐρίου. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος, ἀλκυονίου, θείου ἀπύρου ἴσα λειώσας χρῶ.

Ἀλκυονίου κεκαυμένου καὶ λειωθέντος σὺν μέλιτι καὶ ἀλεύρῳ μίξας σμήχου. ἄλλο. λυσσομούμουδον λειώσας μετ᾿ ὄξους χρῖε ἐν ἡλίῳ, ἢ ἄνθος κεράμων λειοτριβήσας μετ᾿ ὄξους, εἶτα τρίψας τὸν τόπον ῥάκει, ἕως ἐρυθρὸν γένηται, χρῖε ἐν ἡλίῳ.

Βούτυρον σαπωνίῳ μίξας κατάχριε.

Λαβὼν ἄσαρον μετὰ γλήχωνος δὸς πιεῖν. 

537

Λαβὼν σκαμμωνίας δραχ. β΄. ἢ τρία, μαστίχης δραχ. γ΄. σελίνου σπέρμα δραχ. β΄. πολυποδίου δραχ. δ΄. κινναμώμου δραχ. α΄. ζύμης καθαρᾶς λίτραν μίαν, τὰ ξηρία ἐπίβαλλε καὶ μάλασσε ἐπιμελῶς.

Μελάνθιον καὶ χάλκανθον θυμίασον.

Χαλβάνην καὶ κέρας ἐλάφου καὶ ὄνυχας αἰγὸς καὶ ῥίζαν κρίνου θυμίασον· ἐπὶ δὲ τοῦ δήγματος τοῦ ὄφεως ἅλας καὶ πράσον κατάπλασον.

Σικύου ἀγρίου φύλλα ζέσας ῥαῖνε εἰς τὴν οἰκίαν.

Ὄστρεα κολυμβάδων ἐλαιῶν θλάσας περιϊστάμενος κάπνιζε ἐπὶ ἡμέρας ε΄.

Καλάμου ῥίζαν παύσας τὴν τέφραν ἐπίθες.

Ὀρτύγων ἐγκέφαλον μετὰ μυρσίνου μύρου λειώσας ἀπόθου ἐν ἀγγείῳ κασσιτερινῷ,

538
καὶ ὅταν ἴδῃς πεσόντα ἀπὸ τῆς ἐπιληψίας, περίχριε τὸ πρόσωπον, καὶ θαυμάσεις τὴν ἐνέργειαν τοῦ φυσικοῦ τούτου βοηθήματος· καὶ γὰρ ἀναστήσεται ὁ νοσῶν παραυτίκα.