De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Ἰτέας ἁπλᾶ φύλλα κόψας ἐπίχριε. καὶ ἐὰν ῥόδινον γένηται, ζῇ· εἰ δὲ χλωρὸν, τελευτᾷ.

Τὸ εὔζωμον οἱ ἱερεῖς ἐσθίουσι καὶ τὸ πήγανον καὶ τὸ ἄγνον· τὸ οὖν σπέρμα τοῦ εὐζώμου σὺν μέλιτι, νήστει καὶ σὺν τήλει χριόμενον οὐκ ἐᾷ ὀρθοῦσθαι.

544

Κρόκον συντρίψας καὶ ἀναζυμώσας μετὰ ῥοδοστάγματος ἐπάλειφε.

Ἐὰν γένηται τὰ σημεῖα ταῦτα, σκοτισμὸς ὀφθαλμῶν καὶ πόνος αὐτῆς τῆς κεφαλῆς, ὤτων ἦχος καὶ ῥινῶν ἔμφραξις καὶ ὀφθαλμοὶ δακρύουσι τῷ πρωῒ, τινὲς δὲ καὶ ἀμβλυωποῦσιν· ὅτε ταῦτα γίγνονται, τὴν κεφαλὴν καθάρισον τρόπῳ τοιῷδε, λαβὼν ὀρίγανον καὶ ὕσσωπον καὶ ἄλας τὰς ῥῖνας ἀνάτριψον καὶ οὐκέτι ἀλγήσει κεφαλή· εἰ δ᾿ ἀμελὴς γένοιο, παρέπονται αἱ νόσοι αὗται, ἀμβλυωπία, ὤτων ἦχος, τριχῶν ἔκρυσις καὶ πόνος ὀδόντων.

Ἡνίκα ἐπὶ τὸ στῆθος μέλλει πάθος γενέσθαι, τὸ πρῶτον φαίνεται ἐν αὐτῷ ὑγρότητα ἔχειν καὶ εἰς τὰς πλευρὰς ὠμοὺς χυμοὺς, ἔκκαυσιν καὶ δίψαν ἔχων, καὶ ἡ γλῶσσα αὐτοῦ τραχεῖα, ἀφρὸν ἔχουσα, καθ᾿ ἑκάστην ὥραν πτύων, ἔξεστι δ᾿ αὐτὸν μετὰ τὸ δειπνῆσαι ἐμέσαι, εἴτε τῷ πρωῒ ξεράσαι, προλαμβάνων λεπτοῤῥίζα ῥαφάνου, εἴτε σίνηπι χλωρὸν, ἢ εὔζωμον, ἢ κάρδαμον μετὰ

545
χλιαροῦ ὕδατος καὶ ἐμέσας εὐθέως σωθήσεται· εἰ δ᾿ ἀμελήσῃ, γίνεται αὐτῷ δύσπνοια καὶ πλευροῦ πόνοι καὶ πυρετοὶ ὀξεῖς καὶ πάντοτε ἄϋπνος γίνεται.

Ὁπόταν δὲ περὶ τὴν κοιλίαν μέλλῃ πάθος τι συνίστασθαι, τὸ πρῶτον γίνονται αὐτῷ στρόφοι καὶ πόνοι περὶ αὐτὴν τὴν κοιλίαν καὶ στένωσις γαστρὸς καὶ ἀνάδοσις καὶ ταράσσονται ἐν αὐτῷ τὰ σιτία καὶ τὰ ποτὰ πικρὰ φαίνονται καὶ βάρος ἐπὶ τῶν γονάτων καὶ ἐπὶ τὰς ψόας καὶ τοὺς νεφροὺς πόνοι καὶ πυρέσσει πάντοτε· τούτου οὖν οὕτως γινομένου, δεῖ τοῖς ἁπλοῖς φαρμάκοις καθαίρειν. λαβὼν κνίκον, κόψας καὶ διαλύσας ὕδατι θερμῷ δίδου πίνειν· ἢ κράμβης ἢ σεύτλου χυλὸν μετὰ μέλιτος γλυκάνας πρόσβαλλε καὶ ἅλας ὀλίγον καὶ δὸς πιεῖν καὶ θαυμάσεις. εἰ δ᾿ ἀμελὴς γένηται, ἐπέρχεται, αὐτῷ δυσεντερία καὶ τεινεσμοὶ καὶ ἀρμοπονίαι.

Ἀφρὸν νίτρου εἰς ὄξος ἐμβαλὼν ἐπίσταξον ῥοδέλαιον καὶ οἶνον καὶ ἄλειφε

546
τὰ ὀπίσθια τῆς κεφαλῆς. ἄλλο. ἐλλεβόρου μέλανος ῥίζαν ἔμβαλλε εἰς τὸ οὖς καὶ ὑγιαίνει. δόκιμον γάρ ἐστι.

Κενταυρίου τὸ ἀπόζεμα ῥαινόμενον τοῖς κλήμασι. τοῦτο καὶ κύνας καὶ ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ ἀποδιώκει.

Ὀστοῦν ἐλάφου ὃ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ, λαβὼν τρῖψον καὶ πότισον τὴν γυναῖκα καὶ ὄψει τὴν δόξαν τοῦ θεοῦ.

Μελάνθιον τρίψας μετὰ γάρους δὸς πιεῖν.

Φακὴν ἀπόρεξον εἰς τῶν ἀμφοτέρων τὸ οὖρον χωρὶς καὶ ὁποῖον φύσει, ἐκεῖνός ἐστιν ὁ ποιῶν παῖδα, καὶ τὸ μὴ φύων ἄπαις.

Γράψον εἰς μῆλα τρία ἢ πεπώπουλα οὕτως, φησὸν, σαὸς δράος δάνονος δανάβιος, καὶ δίδου τρώγειν.

Λαβὼν 

547
ψωμίον ἄζυμον ἀνάρτυτον, σεσημμένον λίτρ. α΄. μελάνθιον τζιαρίκην α΄. ἡμίκλου συγκεκομμένον ἡδύοσμον, καλαμίνθην, βουνίσην ἄνυδρον, ἀνὰ ἡμίλιτρον· πήγανον τράμια μ΄. ἀγριοθύμβρον τράμια μ΄. μάραθρον τράμια μ΄. ἄνισον τράμια λ΄. ναναχουὰν τράμια μ΄. σταφίδας, μαύρας λιπαρὰς ἡμίλιτρον· φοινίκια καθαρὰ τζιαρίκην α΄. μέλι ἀληθινὸν, ἱλαροῦ μελισίου ἡμίλιτρον, σάκχαρ κάντιον τζιαρίκην α΄. ῥόδα ξηρὰ ἢ ῥοδόσταγμα τράμια ρ΄. ταῦτα δεῖ τίθεσθαι ἐν πίθῳ μετὰ ὕδατος καὶ τίθεσθαι ἐν ἡλίῳ ἡμέρας μ΄. σὺν αὐτοῖς δὲ δεῖ βάλλειν ἐν ὀθονίῳ καθαρῷ ξυλαλόην τράμια ε΄. στάχυν τράμια ζ΄. καρυόφυλλα τράμια β΄. κρόκον τράμια γ΄. μαστίχην τράμια ι΄. λίβανον τράμια ι΄. τρουτζίον φλοιὸν τράμια ιε΄. μόσχου τράμιον α΄. ἄμβαρ τάγκια β΄. βάλλε ὁμοῦ ὅλα ἐν τῇ ὀθόνῃ καὶ θὲς μέσον τοῦ χυλοῦ ἐν τῷ πίθῳ καὶ τὰς μ΄. ἡμέρας καθ᾿ ἑκάστην τρῖβε καὶ ἀποπιάνειν κρεμάμενον δηλονότι ἐν τῷ πίθῳ μέσον τοῦ χυλοῦ καὶ μετὰ μ΄. συνάγειν τὸ ὕδωρ τὸ ἐπάνω τοῦ χυλοῦ καὶ τιθεῖν εἰς ἕτερον ἀγγεῖον· τῷ δὲ χυλῷ τιθεῖν ἕτερον ὕδωρ ἡλιαζόμενα ἀμφότερα.
548
μετὰ δὲ τὸ συναχθῆναι τὸν ζωμὸν ὅλον εἰς ἕτερον ἀγγεῖον, βαλὼν ἐν κακκαβίῳ γανωτῷ ἢ ἐν χύτρᾳ, καὶ ἀποτριτώσας, κυδώνια ὥριμα πληροῖς, τὴν δὲ ὀθόνην μηδέποτε ἄρῃς ἐκ μέσου τοῦ γάρους καὶ λάβῃς γάρος ἄριστον καὶ ὠφέλιμον ἐν πᾶσιν ἀνθρώποις.

Ἄλευρον κυάμινον λεῖον χειροπληθὲς καὶ μαστίχης ὁμοίως ὀλίγον σὺν κυμίνῳ ὀλιγοστῷ· δεῖ ἑνῶσαι μετὰ τοῦ ζωμοῦ τῶν κυδωνίων μήλων καὶ ποιῆσαι ἔμπλαστρον καὶ ἐπιθεῖναι τῷ μετώπῳ ἀπὸ μήνιγγος.

Μύρον χριστὸν βάλλε εἰς τὸν οὐρητῆρα καὶ εὐθέως οὐρήσει· ἢ μέλι καὶ ἀγριοκάνναβον ἑνώσας ποίησον ὑπόθεμα καὶ θὲς ὑπὸ τὸν ἀφεδρῶνα, ἢ μόσχον θὲς ἐν τῷ οὐρητῆρι.

Καννάβου φύλλα ξηράνας καὶ τρίψας ἐμφύσα εἰς τὸν ῥόθωνα, ἢ πάνην λινὸν καύσας μετ᾿ ὄξους δριμέος ἐμφύσα εἰς τὰς ῥῖνας.

549

Ὄψον ψωμίου καὶ ἀμανητάριον ἀληθινὸν καὶ καρδὶδ, καύσας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν.

Κρίνου ῥίζαν κρέμασον εἰς τὸ δένδρον καὶ στήκει ὁ καρπὸς αὐτοῦ καὶ μὴ πίπτει.

Καρδίαν μετὰ τοῦ φλοιοῦ καὶ κέρας ἐλάφου καύσας μετὰ ἐλαίου ἄλειφε.

Πήγανον καὶ θύμβραν μετὰ ὠοῦ καὶ κύμινον καὶ ἡδυόσμου τὰς ῥίζας δὸς πιεῖν.