De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Λαβὼν ἅλατος λείου μέρος α΄. ῥόπου μέρος α΄. σηπίας ὀστράκου μέρος α΄. λειώσας ὁμοῦ ἀνάτριβε, προδιακλύσας ὄξει καθαρῷ.

Λαβὼν μαστίχης γο. α΄. σμύρνης γο. α΄. σαρκοκόλλης γο. α΄. λιβάνου γο. α΄. λαδάνου γο. α΄. νίτρου γο. α΄. ψιμυθίου γο. α΄. κιμωλίας γο. α΄. στύρακος γο. α΄. ῥόδων γο. α΄. σάπωνος σάγκου λίτρ. α΄. μέλιτος λίτρ. α΄. θέρμων πικρῶν ἀπόζεμα τὸ ἀρκοῦν, ἑνώσας ἀντὶ σάπωνος ἐν λουτρῷ.

529

Λαβὼν ἀνίσου πικροῦ γο. α΄. μαράθρου σπέρμα, ὑοσκυάμου σπέρμα, ἄμμεως ἀνὰ δραχ. α΄. σελίνου σπέρμα δραχ. γ΄. ὀπίου δραχ. α΄. λειοτρίβει ἕκαστον καὶ παράχεε ὕδωρ χλιαρὸν μέχρις ἂν γένηται γλοιῶδες καὶ ποίει τροχίσκους, κυάμου τὸ μέγεθος ἡ δόσις α΄. ὠφελεῖ γὰρ τοῖς βήσσουσιν.

Κηκίδας ἑψήσας κατὰ λόγον τὸν ζωμὸν δὸς πιεῖν μετὰ κωδείας, ἐν βαλανείῳ σκεπαζόμενος καὶ πίπτων ἐπὶ τὸ πάσχον μέρος· ἢ κισσοῦ ῥίζαν ἑψήσας μετὰ οἴνου δὸς πιεῖν. ἄλλο. δάφνης κόκκους ζ΄. πεπέρεως κόκκους κ΄. λειώσας μετὰ οἴνου δίδου πιεῖν. ἄλλο. ἀλόης δραχ. δ΄. ἀσάρου, κόστου, εὐπατορίου, ἡδυσάρου, μελιλώτου, μαστίχης, κρόκου, ὠκίμου σπέρμα ἀνὰ δραχ. β΄. κόψας καὶ σήσας δίδου μετὰ εὐκράτου.

Δαφνίδων, κινναμώμου καλοῦ, καρυοφύλλου, ἀλόης, ἡδυσάρου, κόστου ἀνὰ δραχ. α΄. κόψας καὶ μέλιτι ἑνώσας μετὰ οἴνου παλαιοῦ

530
πότισον. ἄλλο. ἀκόρου δραχ. α΄. λινοσπέρμου δραχ. α΄. ζιγγιβέρεως δραχ. α΄. ἀνίσου δραχ. δ΄. πηγάνου φύλλων τῶν ἁπαλῶν δραχ. α΄. σὺν μελικράτῳ δίδου. ἄλλο. ἀρτόμελι κατάπλαττε θερμὸν ὡς ἔμπλαστρον, ἢ ἀψινθίου κοχλιάριον α΄. μίξας σὺν εὐκράτῳ μέλιτι, δὸς πιεῖν καὶ ἀναπαυθήτω ἐπάνω τοῦ ἥπατος.

Φύλλα κυνάρων τρίψας μετὰ μέλιτος, ἄλειφε τὴν γλῶσσαν, ἢ φλεβοτόμησον τὴν φλέβα τοῦ μέρους, οὗ ῥέῃ, καὶ ὠφεληθήσεται.

Σῦκα ἑψήσας ἐν ἑψήματι φοινίκων πτερῷ διάχριε καὶ διακρατείτω.

Λινόσπερμα κοπανήσας μετὰ μέλιτος ἐπίθες.

Πεπέρεως, εὐφορβίου, πυρέθρου ἀνὰ γο. α΄. καλάμων φύλλων ἁπαλῶν χυλὸν, μυοχόδου, ἐλαίου ἐξ ἀποκαύματος λειώσας πρόστριβε καὶ συνεχῶς ἐπιξύρα.

531

Ἀφρόνιτρον λευκὸν βάλλε εἰς χλιαρὸν ὕδωρ, ἕως οὗ λυθῇ, καὶ βραχύ τι ἐλαίου ἐπίβαλλε καὶ παράσχου πιεῖν.

Ἡδύοσμον κόψας καὶ σήσας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ χρῖε τὰς ῥῖνας καὶ τὸ στῆθος. ἄλλο. φοίνικας Θηβαϊκὰς καὶ ἡδυόσμου κλῶνας ἑψήσας μεθ᾿ ὕδατος ὡσεὶ ποτηρίων β΄. μέχρι γλοιώδους συστάσεως, τὸ ἥμισυ πότισον. ἄλλο. φοινίκων βαλάνων λειῶν τὸ αὔταρκες κατ᾿ ὀλίγον παράσταξον οἴνου μυρτίνου καὶ ἀναλαβὼν δίδου μετ᾿ οἰνομέλιτος καὶ ὕδατος κοτύλης μιᾶς.

Σχοίνου ἄνθος ἑψήσας μεθ᾿ ὕδατος πότισον.

Ἡδύοσμον χλωρὸν, ἢ ξηρὸν μετὰ εὐκράτου πινέτω. πρὸς δὲ τὸ ἀλύπως σαμψύχου φύλλα δὸς πιεῖν καὶ ῥαφάνου σπέρμα δὸς φαγεῖν. ἐμέσει δὲ πλῆθος φλέγματος.



532
Λαβὼν ἀλόης γο. στ΄. μαστίχης γο. β΄. ἀψινθίου χυλοῦ γο. β΄. κολοκυνθίδος γο. δ΄. ἡ δόσις κοκκία κθ΄.

Φακὴν σὺν σπατητοῖς φοίνιξι καὶ οἴνῳ Μενδησίῳ πότισον ἑψητόν.

Πολύγονον λειώσας εὖ μάλα, ἢ μῆλα, ἢ κυδώνια σὺν ὄξει ἑψηθέντα καὶ λειωθέντα μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν κατάπλασσε, ἢ ἀνδράχνην μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν, ἢ μυρσινίνης ἐπίθες.

Λινοσπέρμου κοτύλας δ΄. ὕδατος κοτύλας ζ΄. ἑψήσας χρῶ, τοῦτο δὲ τὸ φάρμακον ποιεῖ ὑγείαν. οὐδὲν γὰρ ὁ ἀσθενὴς ἐπὶ τὸ χεῖρον ἀπελθὸν, ἀλλὰ ἐπὶ τὸ κρεῖττον.

Καρδάμου γο. α΄. σινήπεως γο. α΄. ἀβροτόνου γο. α΄. πηγάνου ἀγρίου γο. α΄. σανδαράχης γο. α΄. λειώσας ὕδατι ποίει τροχίσκους καὶ χρῶ σπουδαίως.

Θύμον

533
μετὰ πεπέρεως κόψας καὶ λειώσας μέλιτι ποίει ἔκλειγμα καὶ χρῶ σπουδαίως. πάνυ γὰρ καλόν ἐστι. ἄλλο. πράσων κεφαλὰς μέλιτι συνεψήσας δίδου νήστει ἐσθίειν, ἢ πηγάνου ξηροῦ γο. δ΄. ἡδυόσμου ξηροῦ γο. δ΄. λῦσον μετὰ μέλιτος καὶ λάμβανε κεράτια β΄. εἰς κοίτην μετὰ εὐκράτου· ὠφελεῖ δὲ δυσπνοϊκοὺς καὶ πιστάκια ἐσθιόμενα.

Λαβὼν συμφύτου δραχ. δ΄. μαστίχης κιῤῥᾶς δραχ. δ΄. λημνίας σφραγῖδος δραχ. β΄. βαλαυστίων δραχ. β΄· κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν σὺν ὀξυμέλιτι πίνειν.