De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

[Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγχας.] Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ· τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ καθ᾿ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις δι᾿ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον, δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ.

437
[Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβάδων ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας, παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον καὶ τῷ χυλῷ χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει καὶ λύει τὴν φλεγμονήν. [Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βοτάνην ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ. καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε
438
ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρσίνης ἐξ ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος ἴσον μίσγων διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλλει, ἀλλὰ καὶ τὰς ἀντιάδας τήκει θαυμαστῶς. ἢ δέλφακος αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ τραχήλου τρίς. ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦσον καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διάχριε· ἀπαράβατόν ἐστιν.

[Πρὸς τὰ τοῦ βρόγχου καὶ φάρυγγος πάθη.] [α΄. Πρὸς παρεκκοπὰς καὶ ἐλαττώσεις τῆς φωνῆς.] Βολβοὺς δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς. ὠφελεῖ δὲ καὶ τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαριζόμενον μετὰ λιβάνου καὶ σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβανόμενον κοχλιάρια β΄. ἢ γ΄. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ κ΄. σπέρματος λίνου κεκαυμένου δραχ. δ΄. τραγακάνθης τῆς ἐν ὕδατι βεβρεγμένης δραχ. β΄. στροβίλους λ΄. τῷ μέλιτι ἀναλαβὼν χρῶ. ἄλλο. τοῦ γλήχωνος δραχ. δ΄. σπέρματος λίνου,

439
πεπέρεως, καλαμίνθης ἀνὰ δραχ. β΄. πετροσελίνου δραχ. α΄. μέλιτος λίτρ. α΄. [β΄. Πρὸς τοὺς ἤδη πνιγομένους.] Ἀνθρωπείαν κόπρον εἰς ῥάκος ἐνδήσας καὶ καύσας δίδου πιεῖν· τοῦτο τοῖς ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ κόπρος αἰγεία σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς συναγγικῆς ἅκρως. ἢ πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ καὶ κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιάζει· δεῖ δὲ συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης. [γ΄. Πρὸς τὰς τῶν παίδων ἐσχάρας.] Τὰς ἐν τῷ φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου ἀριστολοχίαν ἐν οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει. [δ΄. Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου ἐκβαλεῖν.] Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας κατεχέτω ἕως ἐκβάλῃ τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ καταπίνει καὶ πνίγεται, ἐκ τοῦ αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον 
440
ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται γὰρ τὸ καταποθὲν καὶ πνῖγον. [ε΄. Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.] Ἀναγαργαριζέσθω θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ἢ ὀποῦ Κυρηναϊκοῦ τὸ μέγεθος ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν θερμόν. ἢ χυλὸν ἀναγαλλίδος πότιζε ἢ ὄξος μετὰ θύμου δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ ὕδατι.

[Πρὸς τὰ τοῦ θώρακός τε καὶ πνευμονῶν πάθη καὶ πρῶτον πρὸς κατάῤῥους.] Τυρὸς παλαιὸς λαμβανόμενος ὠφελεῖ, ἀναξηραίνει γὰρ αὐτούς. ἐν ἐλαίῳ παλαιῷ διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ σμύρνῃ τετριμμένῃ μετ᾿ οἴνου καὶ μέλιτος καὶ ἐλαίου. [Πρὸς βῆχας.] Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ λαμβανόμενα ὠφελεῖ. ἄλλο. ῥητίνην τερεβινθίνην σὺν μέλιτι ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν. [Ἄλλο παιδίοις μᾶλλον ἁρμόζον.] Πητυὰν καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο. λυκοῦργον

441
τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο. σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιόρυξον αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον τὸν τόπον καὶ ὀπτήσας δὸς φαγεῖν. [Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας.] Ὑσσώπου δεσμίδιον μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας λ΄. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο. πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν τόπον. ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο. σίνηπι κόψας καὶ λειοτριβήσας δίδου κοχλιάριον α΄. μετὰ οἴνου κυάθων β΄. πίνειν ἑξῆς ἐπὶ ἡμέρας γ΄. [Πρὸς τὰς νυκτερινὰς βῆχας.] Ἡδύοσμον τρίψας βάλε εἰς ὄξος καὶ δίδου ῥοφεῖν. [Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα.] Στύρακος, μαστίχης, πεπέρεως, πετροσελίνου ἀνὰ δραχ. α΄. σανδαράχης δραχ. στ΄. ἀκρόδρυον τῆς δάφνης α΄. τοῖς ἄνθραξιν ἐναπτομένοις ἐπιθὲς καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων.
442
[Πρὸς ἀσθματικούς.] Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ μελικράτῳ πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς καταξυόμενος εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδαμον λευκὸν κόψας καὶ μίξας μέλιτι δὸς ἐκλείχειν. [Πρὸς δυσπνοοῦντας.] Λαβὼν προβάτων τὰς κατὰ τὸν δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς πιεῖν. ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δ΄. [Πρὸς ὀρθοπνοϊκούς.] Στρούθιον ἐν ὕδατι θερμῷ δὸς πιεῖν. ἄλλο. ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν ἢ βολβὸν ἢ ἀβρότονον, ὡς χόνδρον δίδου μεθ᾿ ὑδρομέλιτος ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν ὑδρομέλιτι, ἢ στοιχάδα τὴν βοτάνην, ἢ καστόριον μετὰ γλυκέος πινόμενον, ἢ σκίλλης τὸ ἐντὸς μετὰ ὀξυμέλιτος. [Πρὸς αἱμοπτοϊκούς.] Συμφύτου ῥίζαν δὸς φαγεῖν ὅσον δύναται καὶ τῇ αὐτῇ ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο. Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ πολυγόνου χυλοῦ, ὁτὲ δὲ καθ᾿ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος πρὸς
443
αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν οἴνῳ κυάθων γ΄. ποιεῖ δ᾿ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλιστα ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης ὑπὸ τὴν γλῶσσαν κατεχόμενος. [Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον αἱμοῤῥαγοῦντας.] Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπιχέας πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας ὕδατι ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στ΄. τοῦτο καὶ στύφει τὸν αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ βρωθὲν ἐκκρίνει καὶ ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν. [Πρὸς πᾶσαν αἱμοῤῥαγίαν.] Συμφύτῳ μετ᾿ ὄξους κατάπλασσε τὸ πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ ἀπὸ θώρακος τὸ στέρνον· ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε. [Πρὸς ἀναφορικοὺς καὶ φθισικούς.] Κόμμεως τὸ μέλαν καθεψήσας διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν
444
κατέχειν καὶ καταπίνειν· ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμμεως τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς. [Φθίσιν μὴ τελείαν παῦσαι.] Πνεύμονα ἐλάφου καλάμῳ ἐξελὼν καὶ ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια γ΄. μετὰ μέλιτος κυάθων γ΄. εἶτα διαστήσας ὀλίγας ἡμέρας δὸς πάλιν πιεῖν. [Ἐπὶ τῶν φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα.] Χρώμεθα τῷ ταρίχῳ μετ᾿ ἄρτου διδόντες ἐσθίειν, οὕτως βρέχοντες αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις, ἕως οὗ πλυνόμενον τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες αὐτὸν εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ᾿ αὐτῷ χωρὶς τινὸς δίδωσι ταρίχους σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι ἐπείπερ ἅλες ἐπὶ ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ δοθεὶς λύει. χρώμεθα δὲ καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρίχου ἐν αὐτῇ καὶ ἀνακαθαίρονται ἰσχυρῶς. καὶ πράσοις δὲ μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι ἐπιμελῶς καὶ εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ τοῖς 
445
ὁμοίοις, τῇ αὐτῇ δ᾿ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν συῤῥαγέντων ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀναφορικοὺς καὶ βήσσοντας ποιεῖ καλῶς. [Πρὸς τὴν αἵματος πτύσιν ἢ ἀναγωγήν.] Ποιεῖ καὶ γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου καὶ τροχίσκοι ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη.

[α΄. Πρὸς πλευριτικούς.] Φλοιοῦ ῥίζης δίδου πίνειν. κυμίνου ἐπὶ τὰ ὄψα ἐπίπασον ὕδατι καὶ δὸς πιεῖν. ἄλλο. πηγάνου κλωνία ε΄. δίδου λειάνας καθ᾿ ἡμέραν. ἢ στοιχάδος βοτάνης τρισὶ δακτύλοις δίδου. τριφύλλου σπέρμα πότιζε. πάνακος ῥίζαν πότιζε. χαμαιπίτυν ὁμοίως. [β΄. Πρὸς πλευρίτιδα.] Εἰ μὲν οὖν ἄχρι κλειδὸς ἡ ὀδύνη διατείνῃ, φλεβοτομητέον αὐτούς. εἰ δὲ εἰς ὑποχόνδριον κάτω, καθαρτέον καὶ κλυσμοῖς δριμέσι χρηστέον. καὶ εἰ μὲν μέτριον ᾖ τὸ ἄλγημα, μετὰ τὸ κλύσμα δοτέον αὐτοῖς μελίκρατον καὶ τὸν πτισάνης ἢ τοῦ χόνδρου χυλόν· παρακμάσαντος

446
δὲ τοῦ πάθους, ἐμβλητέον τοῖς χυλοῖς καλαμίνθην ἢ πράσιον. ποιεῖ καὶ τῆς κνίδης σπέρμα σὺν μέλιτι. πρὸς τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωσιν παρηγορητέον, ὡς ταῖς διὰ κέγχρον καὶ πιτύρων ἐν μαρσίππῳ πυρίαις ἢ διὰ θερμοῦ ὕδατος ἢ ἐλαίου ἐν κύστῃ ἢ |διὰ ἐρίου οἰσυπηροῦ σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασμένῳ ἐπιτιθεμέναις. περὶ δὲ τὴν τετάρτην ἡμέραν θρέψον τοῖς ῥοφήμασι σὺν ὀλίγῳ μέλιτι. μετὰ δὲ τὴν ἑβδόμην καὶ τῇ πηγανερᾷ ἐμπλάστρῳ κατὰ τῶν ὀδυνωμένων χρησώμεθα τόπων. καὶ βολβοὶ δὲ σὺν ὀξυγγίᾳ τεθέντες πολλάκις ἤρκεσαν. δοτέον ἔκλεγμα διὰ στροβιλίων καὶ ἀμυγδάλων πικρῶν καὶ λινοσπέρμου καὶ ἀμύλου. [γ΄. Τὸ χρίσμα καλόν.] Λαβὼν βδέλλιον, κόστον, κράμβης καυλοὺς καυθέντας τῇ τέφρᾳ καὶ στέατι μιγισμένα. διαφορητικὸν καὶ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον.

[Πρὸς τὰ μαστῶν πάθη.] [α΄. Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι.] Λαβὼν γῆν γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ

447
ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς καὶ τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνεργότερον αὐτὸ ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ι΄. [β΄. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ πολλὰ ἔτη.] Κωνείῳ κατάπλασσε καρυϊστίῳ. [γ΄. Μαστοὺς μείζονας μὴ γίνεσθαι.] Χοῖρον ἐκτεμὼν τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ οὐκ αὔξονται. [δ΄. Πρὸς τὸ ξηραίνειν τὸ γάλα.] Κρητάριον λειωθὲν ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι. [ε΄. Πρὸς φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν.] Κιμωλίαν, λίβανον καὶ ἔλαιον ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο. κατ᾿ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξας καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο. φοίνικας καὶ ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει. ἄλλο. κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει. ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι τὴν ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ
448
κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ γλυκέος ἐλαίου χρηστέον θερμοῦ δι᾿ ἐρίων τρυφερῶν. πυριατέον δὲ αὐτοὺς ἀτμῷ θερμοῦ ὕδατος ἢ ἀφεψήματι τήλεως ἢ ἀλθαίας ἢ σελινοσπέρμου. [στ΄. Πρὸς ἐφέλκειν τὸ γάλα.] Ῥάφανον σὺν πιτύροις ἐν οἴνῳ ἑψήσας καὶ ἠθήσας δίδου πίνειν. ἄλλο. σήσαμον σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν. ἄλλο. ἄνητον ἢ αὐτοῦ σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος εὐπορίαν ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου δραχ. α΄. τίθετι ἐν μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ δίδου πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθήσας δίδωτι τὸ ὕδωρ πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ ῥηθὴν κεκαυμένην ἑψήσας ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου πίνειν. ἄλλο. ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ κατεσθίειν αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ
449
πίνειν. ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δριμέσι καὶ ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι. [ζ΄. Πρὸς κωλύειν τὸ γάλα.] Μαστοὺς τῷ ὕδατι θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ στυπτικά τε καὶ ξηραντικὰ πρόσθες. [η΄. Διαφυλακτικὰ μαστῶν, οἷς αὐταὶ διὰ πολλοῦ τεταμέναι καταμένουσι.] Κιόνιον λεάνας μαστῷ ἐπιτίθει ἐπὶ ἡμέρας θ΄. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ βρεχόμενον. ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς, εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆθος δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε τοὺς τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας πάλιν ἔα τρεῖς ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός.

[Πρὸς δυσώδεις ἱδρῶτας καὶ μασχάλας.] Ἀσάρῳ χρῖε τὰς μασχάλας ἀπὸ βαλανείου καὶ πρωῒ καθ᾿ ἡμέραν. ἢ στυπτηρίαν ὑγρὰν κατάχριε καθ᾿ ἡμέραν. ἢ ὠκίμου σπέρμα δι᾿ οἴνου καὶ μέλιτος κατάχριε· τοῦτο αἴρει τὰς δυσωδίας τῶν μασχαλῶν. ἢ κονίαν πρόσπλασσε λεπτήν. ἄλλο. μολύβδαινον καύσας καὶ οἴνῳ εὐώδει κατασβέσας 

450
τρῖβε μετ᾿ οἴνου ὀλίγον σμύρνης ἐπιβάλλων ἄχρι γλοιοῦ πάχους καὶ χρῶ.

[α΄. Πρὸς στομαχικούς.] Κεδρίας κοχλιάρια δύο, ἐλαίου ὠμοτριβοῦς κύαθον ἴσα μίξας δὸς ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς ἀποθεραπεύει. ἔστι δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς ὀθόνιον ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου καταῤῥοφεῖν. [β΄. Πρὸς ἀτόνους καὶ ναυτιῶντας.] Ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ ὕδατος δίδου πιεῖν, ἀπαράβατόν ἐστι. [γ΄. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί τι χολῶδες.] Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν γαλακτῶδες ποιῶν τὸ κρᾶμα. [δ΄. Πρὸς τὰς τοῦ στομάχου ἀτονίας.] Σίνηπι πεφρυγμένον λεῖον μετὰ ὕδατος δίδου πίνειν. [ε΄. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.]

451
Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ. [στ΄. Πρὸς λυγμόν.] Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ, τὸν δάκτυλόν σου τῆς ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω, ὥστε καὶ κύμινον καὶ χόνδρον· ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος κατοχὴν ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω· ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον τῇ χειρὶ ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις. [ζ΄. Πρὸς τὴν τοῦ στομάχου ὀδύνην.] Καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου· καὶ εἰ μὲν φύσημα τὸ αἴτιον ᾖ, ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ πετροσέλινον κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας καὶ πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν. [η΄. Πρὸς ἀτονίαν στομάχου.] Ὠφελεῖ ἔλαιον μήλινον ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ σινήπεως σπέρμα κεκαυμένον
452
τρίψας καὶ σὺν ὕδατι δίδου πίνειν. ἄλλο. λαβὼν μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη β΄. ἀψινθίου, οἰνάνθης ἀνὰ μέρη γ΄. μηλίνου μέρη δ΄. οἴνου τὸ ἀρκοῦν, ῥόδων μέρη β΄. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς δὲ καὶ κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο. ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ τῷ ὄξει δίδου πίνειν.

[α΄. Πρὸς χολέραν καὶ ἔμετον καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας.] Ὀλβίνος οἶνος ἐπὶ τῶν χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος καὶ πρὸς κοιλίαν ποιῶν. [β΄. Ἔμετον παῦσαι.] Πολυγόνου χυλῷ χρῖε τὰ ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον μέρος καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ κενταυρίου ἢ θύμου ἢ μυρτίδας μελαίνας. [γ΄. Ὥστε ἐμέσαι ἀλύπως.] Σαμψύχου φύλλα δὸς φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον.

453
[δ΄. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.] Ποίησον οὕτω. ἑψήσας ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν καχλάζον ἔμβαλε καὶ μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς φαγεῖν. σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα κατὰ τὴν ἡμετέραν Ἀσίαν. [ε΄. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.] Ῥοῦν καὶ κύμινον τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στ΄. οὐγγίαν α΄. [στ΄. Πρὸς χολερικοὺς λίαν καλόν.] Ἡδύοσμον ἐν οἴνῳ δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξηράνας δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζ΄. ἢ διὰ ὕδατος θερμοῦ κυάθων β΄. εὐθέως ἄπονος ἔσται. ἄλλο. κοχλίαν τρίψας σὺν τῷ κελύφει δίδου πιεῖν. [ζ΄. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν.] Ἀμπέλων φύλλα καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ. ἐλαίῳ θερμῷ πότιζε.
454

[Πρὸς ἡπατικούς.] Πετροσελίνου σπέρματος κοχλιάριον α΄. ἡδύοσμον πασσόμενον καὶ πινόμενον ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη κλυθεῖσα καὶ εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν παρέχει· τρίτον δὲ ποθεῖσα μεθ᾿ ὕδατος ἀπαλλάσσει. ἄλλο, λύκου ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος ξέστον. ἄλλο. πεπέρεως λευκοῦ κόκκους θ΄. καὶ σμύρνης μέγεθος καρύου Ποντικοῦ, τρίψας πάντα ὁμοῦ, αἰθρίου ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς. ἄλλο. ἧπαρ ἵππου ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νομὴν ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος ἡπατικοὺς ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πόνους ἥπατος. ἄλλο. λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξεστιν εὐθὺς ἀπόνους ποιεῖν. [Ἐπίθεμα πρὸς ἡπατικούς.] Σίλφιον κόψας ἀναλάμβανε ἀξουγγίῳ παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει. ἄλλο. σῦκον ἐν μελικράτῳ ἑψήσας καὶ λειάνας μίσγε. ἀψίνθιον 

455
λεῖον εἰς πλεῖστον καὶ χρῶ. ἄλλο. κράμβη ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει.