De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

[Πρὸς ἰκτερικοὺς καὶ νεφριτικοὺς καὶ λιθάρια μικρὰ ἐξουροῦντας.] Ἀκάνθου ῥίζας ὃ καλεῖται Ῥωμαϊστὶ τρικαρδουμαίας χλωρὰς γ΄. ἐὰν δὲ μὴ, ξηρὰς δ΄. μεθ᾿ ὕδατος ἕψει ἕως ἥμισυ λειφθῇ καὶ τὴν ῥίζαν ἐκθλίψας δίδου τὸ ὕδωρ πιεῖν. [Πρὸς ἴκτερον καλὸν λίαν καὶ ἐπὶ πολλῶν πεπειραμένον.] Ῥαφάνους χλωροὺς σὺν τοῖς φύλλοις λειώσας, τοῦ χυλοῦ μετὰ οἴνου κυάθου α΄. ἢ δύο, πότιζε δὲ πρὸ τοῦ βαλανείου, ἐὰν νῆστις ᾖ. καὶ εἰς τὸ θερμὸν ἐμβαίνειν ποίει. ὄψει γὰρ τὸν ἴκτερον εἰς τὸ ὕδωρ ἐπιπλέοντα. ἐὰν δὲ πλείονα νόσον ἔχῃ, τοῦ χυλοῦ δίδου πιεῖν ἢ ἀγχούσης τῆς ῥίζης ξηρᾶς κοχλιάρια β΄. λαβὼν μεθ᾿ ὕδατος κυάθων γ΄. δίδου πίνειν· ἢ θείου ἀπύρου κοχλιάρια δ΄. δίδου ἐν οἴνῳ ἢ βράθυος γο. α΄. μετὰ οἰνομέλιτος δίδου πίνειν. ἐγὼ μέντοι καὶ τοιούτῳ χρῶμαι ἐναργῶς ποιοῦντι. ἀφρονίτρου

456
γο. β΄. βρέχων ἐν οἴνῳ Ἀμιναίῳ κυάθων β΄. καὶ ἐξαιθριάσας τὴν νύκτα ὅλην δίδωμι νήστει πιεῖν· ποιῶ δὲ τοῦτο τριῶν ἡμερῶν ἢ δ΄. ἐφεξῆς καὶ ἰῶμαι. ἄλλο. βοτάνην ὑπερικὸν καὶ ἀδίαντον ἐν ὕδατι ἑψήσας δὸς πιεῖν. ἄλλο. μυρίκην μετ᾿ ὄξους τρίψας δὸς πιεῖν, ἰᾶται ἰκτερικούς. ἀπάγων εἰς βαλανεῖον τὸν ἰκτερικὸν καὶ ἐμβιβάσας εἰς τὴν ἐμβατὴν δίδου σχοίνου ἄνθος γο. ιβ΄. μετ᾿ οἰνομέλιτος κυάθων γ΄. πιεῖν, βάψει τὴν μακρὰν καὶ ἀπαλλαγήσεται. ἄλλο. βοτάνῃ ῥυβίᾳ χρώμενος τῇ καθημερινῇ διαίτῃ χωρὶς χοιρείου κρέως, κόψας ταύτην καὶ σήσας, δίδου ἐπὶ ἡμέρας στ΄. τῇ α΄. κοχλιάριον μετὰ κοχλιαρίων δ΄. οἴνου. εἶτα προσαφαιρῶν τοῦ οἴνου δὸς κοχλιάρια θ΄. εἶτα η΄. εἶτα ζ΄. εἶτα στ΄. εἶτα ε΄. εἶτα δ΄. εἶτα γ΄. ἐὰν δὲ τῇ λ΄. εἴη κατάλειμμα, |δίδου τὰ αὐτὰ ὁμοίως ποιῶν. ἄλλο. ἀνθεμὶς σὺν ὕδατι πινομένη ἴκτερον ἀποκαταστήσει καὶ ἡπατικοῖς ἄκρως ποιεῖ. ἄλλο. στρούθιον μετὰ μέλιτος καὶ γάλακτος ἰᾶται πινόμενον. ἄλλο. ὀνίσκοι οἱ ὑπὸ τῆς ὑδρίας γεννώμενοι, λεῖοι δι᾿ οἰνομέλιτος πινόμενοι ἰῶνται ἴκτερον. ἄλλο. ἕρπυλλον ἑφθὸν σὺν ὕδατι
457
πινόμενον ἀποκαταστήσει ἰκτερικούς. ἄλλο. θεῖον ἄπυρον δι᾿ οἴνου πινόμενον θεραπεύει ἴκτερον, ὅσον κοχλιάριον α΄. καὶ β΄. λαμβανόμενον τοῦ σιδήρου ἰὸς καταστήσει ἐν τάχει. ἄλλο. αἰγὸς βοσκάδος ἄφοδον ξηράνας, κόψας σῆσον, δὸς νήστει λουσαμένῳ, οἴνῳ εὐώδει κυάθους δ΄. κοχλιάριον μὴ δειπνήσαντος· πυρέσσουσι δὲ δι᾿ ὕδατος τὸ αὐτὸ πλῆθος. ἄλλο. χολῆς ἀρκείας ὅσον κύαμον Ἑλληνικὸν δίδου, εἶτα ὕδωρ ἐπιπινέτω. ἄλλο. βράθυος κύαθον α΄. μετ᾿ οἰνομέλιτος πινόμενον ἰᾶται ἴκτερον. ἄλλο. λίβανον ἀφέψων τῷ ὕδατι πότιζε. ἄλλο. γῆς ἔντερον λειοτριβήσας δίδου πιεῖν. ἄλλο. ἀριστολοχίας δι᾿ ὑδρομέλιτος πότιζε. ἄλλο. κιχωρίου χυλοῦ κυάθους δ΄. δὸς πιεῖν καὶ ἰαθήσεται. ἄλλο. εἰς τὸν μέσον οἶκον τοῦ βαλανείου ἱδρώσειν ἐμβίβασον καὶ ἐξελθὼν ἀποθήσει. ἄλλο. κυνείας λευκῆς τῆς καλουμένης γενούβεως κοχλιάριον α΄. μετ᾿ οἴνου καλοῦ κυάθων γ΄. δίδου πιεῖν ἐπὶ ἡμέρας ι΄. ποιεῖ δὲ καὶ πρὸς κωλικοὺς καὶ πνευματώσεις ὁμοίως.
458
[Ἔῤῥινον πρὸς ἰκτερικούς.] Ἐλατήριον ὅσον κύαμον Ἑλληνικὸν διεὶς γάλακτι γυναικείῳ εἰς τοὺς μυκτῆρας ἔγχει. ἄλλο. μελάνθιον ἑψήσας ἐγχυμάτιζε τοὺς μυκτῆρας ἐν βαλανείῳ, ἐκχεῖ τὸν ἴκτερον.

[Πρὸς σπληνικούς.] Λαπάθου ἀγρίου ῥίζαν κόψας ἐν ὅλμῳ καὶ τρίψας τὸν χυλὸν δίδου πιεῖν ἐπὶ ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἄλλο. πάνακος ῥίζαν κόψας δὸς νήστει ἐν ὕδατι θερμῷ κυάθων γ΄. κοχλιάριον α΄. [Πρὸς σπληνικοὺς, κᾂν ὦσιν ἐσκιῤῥωμένοι.] Λαβὼν καππάρεως ῥίζης τοῦ φλοιοῦ γο. β΄. ὄξους κοτύλης τὸ ἥμισυ, ὕδατος κοτύλην α΄. ἕψει ἕως εἰς τρίτον κατέλθῃ μέρος καὶ δίδου εὐπέπτῳ ὄντι κύαθον α΄. ἢ β΄. καὶ τοῦτο ποίει ἐκ διαστημάτων. ἄλλο. κισσοῦ φύλλα ἑψήσας ἐν ὄξει καὶ κόψας, ἔκθλιψον τὸ ὑγρὸν, κᾂν ἰσχυρὸς ᾖ, ἄκρατον αὐτῷ δίδου πιεῖν. τοῖς δὲ τῶν τρυφερωτέρων ὕδωρ ἐπιμίσγων τῷ χυλῷ. δεῖ μὲν πρὸ τοῦ πίνειν αὐτοὺς ἀναγκάζειν συχνῶς περιπατεῖν. ἄλλο. κενταυρίου λεπτοῦ γεγηρακότος, κοπτομένου

459
ἐν ὅλμῳ δίδου κοχλιαρίου τὸ πλῆθος ἀπυρέτοις. ἄλλο. λαγωοῦ σπλὴν πρόσφατος καταπινόμενος, ὥστε τοῖς ὀδοῦσι μὴ ἅπτεσθαι, ὑγιάζει τοὺς σπληνικούς. ἀγνοείτω δὲ ὁ πάσχων ὅ τι κατέπιεν ἐνδεδεμένος τοὺς ὀφθαλμοὺς, ποιεῖ δὲ καὶ ὁ τῶν μήπω βλεπόντων κυνιδίων σπλὴν ὡσαύτως καταπινόμενος. ἄλλο. κυνηγετικοῦ κυνὸς σκυλάκιον λεῖον ξηρὸν δίδου νήστει προσβαλὼν νάρδου ὀλίγης. ἔλεγε δὲ Μάρκελλος ποιεῖν καλῶς πρὸς σπληνικοὺς καρδαμώμου κοχλιάριον α΄. ἢ β΄. μετὰ ὄξους σκιλλητικοῦ κυάθου α΄. ἢ β΄. διδόμενον πιεῖν ἐπὶ ἡμέρας β΄. νήστει δίδου. ἄλλο. κισσοῦ ῥίζας ἁπαλὰς ἑψήσας δι᾿ οἴνου πότιζε. ἢ ὠμὰς κόψας πότιζε δι᾿ οἴνου. ἄλλο. ὀνίδας ξηρὰς διάλυσον ὄξει καἰ διηθήσας δι᾿ ὀθόνης δίδου πιεῖν. ἄλλο. ῥαφάνου χυλὸν λειοτριβήσας δι᾿ ὀξυμέλιτος δὸς ἐπὶ ἡμέρας γ΄. τῆς ἡμέρας ἀνὰ κυάθους β΄. πιεῖν. τήκει τὸν σπλῆνα. ἄλλο. σκωρίαν σιδήρου δίδου πιεῖν, ὅσον κοχλιάριον μετὰ ὀξυκράτου. ἄλλο. ἴριν μακρὰν ἑψήσας διὰ ὄξους δίδου πιεῖν τὸ ὄξους ἀπόζεμα. ἄλλο. ἑλκοροδάνου καρδίαν δίδου πιεῖν καὶ ἐσθίειν. 
460
ἄλλο. μοῦξιν καθεψήσας δι᾿ ὕδατος, ἐὰν ᾖ ξηρὸς, δὸς πιεῖν τὸν χυλόν· μοῦξιν δὲ λέγεται Καππαδοκιστί. ἄλλο. στοιχάδος κοχλιάριον μετὰ οἴνου σχοινίνου κύαθον α΄. λειοτριβήσας δὸς πιεῖν. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος λειοτριβήσας μετ᾿ ὄξους δίδου πιεῖν κύαθον νήστει. ἄλλο. μυὸς σπλῆνα καὶ πεπέρεως κόκκους ζ΄. εἰς σῦκον ὀπτήσας δὸς λεληθότως φαγεῖν. [Ἐπίθεμα πρὸς σπληνικούς.] Λίθον ἄσιον ἐμβαλὼν εἰς κύστιν βοείαν καὶ ὄξος δριμὺ ἀποδήσας ἐπιτίθει κατὰ τοῦ σπληνὸς καὶ καταδιέλῃς. ἄλλο. μυροβάλανον μετ᾿ ὄξους λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπιτίθει. ἄλλο. ἀλώπεκος σπλὴν ἐπιδεσμούμενος ἰᾶται σπληνικούς. ἄλλο. ἐρίφου σπλὴν ἐπιτιθέμενος τήκει σπλῆνα. ἄλλο. ἀγρία κράμβη καταπλασσομένη ἰᾶται σπληνικούς. ἄλλο. Περσικῆς φύλλα καταπλασσόμενα ποιεῖ καλῶς. ἄλλο. μυρίκης καρπὸν ἐν ὄξει καθεψήσας, λεῖον ἑλκύσας ἐπιτίθει. ἄλλο. ἀμμωνιακὸν θυμίασμα λειοτριβήσας μετ᾿ ὄξους ἔνελκε καὶ ἐπιτίθει. ἄλλο. κροκόμαγμα ἐν ὄξει λειοτριβήσας καὶ ποιήσας κηρωτῆς
461
πάχος ἐπίθες. οὐκ ἀφίσταται μέχρις οὗ ἀποθεραπεύσεται. ἄλλο. καππάρεως ῥίζαν κόψας ἐπιμελῶς εἰς ὀθόνην ἐπιτίθει, αὐθήμερον ἐπιτιθέμενον ὠφελήσει. [Πρὸς σπληνικούς.] Καππάρεως ῥίζης φλοιοῦ μεθ᾿ ὕδατος λίτραν α΄. καὶ ὄξους λίτραν (S"). ἕψει ἕως ἂν ἀποτριτωθῇ καὶ δίδου γο. α΄. (S"). ἄλλο. φύλλα κισσοῦ ἑψήσας σὺν ὄξει καὶ κοπανίσας ἐκπίασον τὸ ὑγρὸν καὶ τοῖς μὲν ἰσχυροτέροις δίδου ἐξ αὐτοῦ, τοῖς δὲ τρυφεροῖς ὕδωρ μιγνύων, περιπατείτω δὲ καὶ οὕτως πότιζε. ἄλλο. καππάρεως ῥίζαν κοπανήσας καὶ ζέσας μετ᾿ ὄξους καὶ μέλιτος δίδου πιεῖν νήστει. [Πρὸς σπλῆνα.] Λαβὼν κυπαρίσσου κώνους κόψον εὐτόνως καὶ ἄλευρον ὀρόβινον λεπτότατον βάλε εἰς ὄξος καὶ ἕψε ἕως γένηται ὡς ἔμπλαστρον. ἐπιτίθει εἰς τὸν σπλῆνα ἕως ἡμερῶν γ΄. καὶ μετὰ γ΄. ἡμέρας λῦσον καὶ εὑρήσεις τὸ ἔμπλαστρον πεπληρωμένον. ἄλλο. Ἀμμωνιακοῦ θυμιάματος ἐναποβρέξας ὄξει σκιλλητικῷ ἐπὶ ἡμέρας γ΄. καὶ λειώσας εἰς ῥάκος ἐπιθὲς καὶ μὴ λύσῃς, ἕως τὸ ἔμπλαστρον ἀποπέσῃ.
462
ἄλλο. φύλλα συκαμίνου χλωρὰ ψύξας ἐν σκιᾷ καὶ τρίψας ποίησον ξηρίων γραμμάρια δ΄. καὶ μετὰ ὀλίγου πεπέρεως καὶ καρυοφύλλων μετὰ οἴνου ἀκράτου θερμοῦ εἰς ἔμβασιν δίδου πιεῖν.

[Πρὸς ὑδρωπικοὺς πόμα ὥστε ἐξουρεῖν τὸ παρακείμενον ὑγρόν.] Χαλκοῦ κεκαυμένου ὅσον κυάμου Αἰγυπτίου, κόπρου περιστερᾶς γο. α΄. οἴνου κυάθους γ΄. δίδου. ἔστω δὲ μία πόσις. ἄλλο πεπειραμένον ἡμῖν ἐπὶ πολλῶν. τιθυμάλλου χαρακίου τὴν ῥίζαν δίδου ἐσθίειν πρὸς δύναμιν καὶ παραχρῆμα κενοῖ. ἄλλο. κόκκον Κνίδιον κεκομμένον καὶ σεσησμένον ἀναλάμβανε μέλιτι, ποιῶν πάχος γλοιοῦ καὶ δίδου κοχλιάριον α΄. πλῆρες δ᾿ οἰνομέλιτος κυάθων γ΄. καὶ ὀλίγου θερμοῦ ὕδατος, ὡς εἶναι γαλακτῶδες ἢ διὰ ὠοῦ ῥοφήτου. ὑδραγωγὸν κάλλιστον πάνυ. χαμαιάκτης τὸν χυλὸν τὸν ἐκ τῆς ῥίζης κυάθων β΄. καὶ οἴνου κυάθους β΄. ἀπαλλάσσει δίχα τοῦ τὸν στόμαχον ἀνατρέπειν. ἄλλο. ἀγρώστεως ἀφέψημα πινόμενον ἔστι διουρητικόν. ἄλλο. στρύχνου

463
χυλοῦ κυάθους δ΄. μέλιτος κυάθους ιστ΄. δὸς πιεῖν. ἄλλο. ὕσσωπον καὶ γλυκεῖ τράγου οὖρον ποτιζόμενον διουρητικόν ἐστιν. ὁμοίως ἐὰν αἴγειον ἔχῃς. [Ἐπίθεμα πρὸς ὑδρωπικούς.] Κισσὸν κεκαυμένον ἐπιμελῶς κατάπλασσε. ἄλλο. ῥαφάνους καθεψήσας δι᾿ ὕδατος ἕως τακεραὶ γένωνται, κομισάμενος κρίθινον ἄλευρον μίξας ἕψει καὶ κατάπλασσε.

[Πρὸς πρόπτωσιν ὀμφαλοῦ.] Τινὲς διὰ φαρμακείας εἰς τὸ κατὰ φύσιν ἐπανῆλθον οὕτως. κηκίδας καύσας ἢ τρίψας καὶ διαμίξας σὺν φλοιῷ λιβάνου καὶ ὠοῦ λευκῷ κατάπλασσε. ἄλλο. στυπτηρίας σχιστῆς δραχ. ε΄. τρυγὸς οἴνου Ῥοδίνου δραχ. ι΄. κηκίδων ὀμφακίνων δραχ. β΄. οἴνου διεὶς καὶ μέλιτος ποιήσας πάχος ἐπίβρεχε, ἔξωθεν ἐπιῤῥίπτων σπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ καταλάμβανε. ἄλλο. ἐρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βαλαυστίου τὸ ἴσον· ἕψε ἐν ὕδατι. ὅταν δὲ διαλυθῇ τρίψας ἐπιμελῶς ἐπιτίθει σὺν τῷ σπόγγῳ, καθάπερ προείρηται.

464
ἄλλο. μολίβδου ῥινήματος δραχ. ιστ΄. κωνίου, μάννης, ψιμυθίου ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. οἴνῳ διαλύσας χρῶ καθὼς προείρηται.

[Πρὸς τὰ γαστρὸς πάθη καὶ πρῶτον πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Ἀριστολοχίας ῥίζαν ἐν οἴνῳ δὸς πιεῖν. πρὸς στρόφον καὶ λυγμὸν καὶ κεφαλαλγίαν καὶ δυστοκίας καλῶς ποιεῖ. ἁρμόζει πταρμὸς πρὸς στρόφον καὶ πάντα τὰ ἐντὸς πάθη. ἄλλο. τῆς λυχνίτιδος ἡ ῥίζα πλυθεῖσα καὶ ἑψηθεῖσα μετὰ γλυκέος, εἶτα διυλισθεῖσα καὶ ποθεῖσα ποιεῖ καλῶς. εἰ δὲ μὴ, βρώματι σεαυτοῦ πρόσβαλλε ὀλίγην κασσίαν καὶ ὀλυρίδα μὴ κόψας. [Πρὸς στρόφον ἐντέρων καὶ κοιλίας.] Κυμίνου πεφρυγμένου καὶ κεκομμένου κοχλιάριον α΄. ἢ β΄. μεθ᾿ ὕδατος κυάθων τριῶν δίδου πιεῖν· καὶ πρὸς ἐμπνευματώσεις ὄξος ζέσας καὶ ψύξας. ἔπειτα σελίνου σπέρματος τρῖβε, παραζέων τὸ ὄξος καὶ ἐκ τοῦ αὐτοῦ δίδου πιεῖν. ἄλλο. ἐρύσιμον βοτάνην μετὰ ὕδατος τρίψας δίδου πίνειν. ἄλλο. ἐκ τοῦ λαμπροῦ τὸ ἀρκοῦν τρίψας ὄξους δίδου πίνειν νήστει. 

465
ἄλλο. δάφνην μασησάμενος νῆστις τὸν χυλὸν καταπινέτω. καὶ τὸ μάσημα ἐπιτιθέτω ἐπὶ τὸν ὀμφαλὸν καὶ παραχρῆμα παύσεται. [Πρὸς κάθετον δακτύλιον καθαρτικὸν κοιλίας.] Εἰς χολὴν ταύρου κροκίδα βρέξας ἐντίθει εἰς τὸν δακτύλιον. ἄλλο. σαπῶνα Γαλλικὸν εἰς ἔριον ἐνδύσας ὑπόθου ἢ μάλιστα στυπτηρίαν ὑγράν. [Πρὸς δυσεντερικούς.] Φακὸν ἑψήσας σὺν βάτου ῥίζῃ τρυφερὸν κεκομμένον ἐπίβαλε καὶ δὸς φαγεῖν. ἄλλο. κυτίνους καθεψήσας, εἰς ὀξύγαλα λειοτριβήσας ἔμβαλλε ἔλαιον τὸν αὐτὸν τρόπον καὶ δίδου φαγεῖν. ἄλλο. κέγχρον κεκομμένον ἑψήσας βάλε στέαρ μόσχειον. καὶ ποιήσας λιπαρώτατον δὸς ῥοφῆσαι θερμότατον, εἶτα ψυχρότατον τὸ ὕδωρ ἐπιῤῥοφείτω καὶ παραχρῆμα ὑγιὴς ἔσται. ἄλλο. κηκίδος τὸ ἐντὸς λαβὼν τρῖψον λεῖον καὶ μίξας ἄλευρον καὶ ὠοῦ τὸ λευκὸν φυράσας ποίησον ἀρτίσκον καὶ ὀπτήσας κατάκλα καὶ ἔγχει εἰς οἶνον ἀπαράχυτον καὶ δὸς φαγεῖν.
466
[Ἔκλειγμα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.] Σιλφίου ξύσματα μέλιτι παραμίξας δὸς ἐκλείχειν. ἄλλο. ὠὸν, μέλι, οἶνον, σίδια ἴσα διαβάλλων τηγάνιζε καὶ πεπέρεως μικρὸν ἐπιπάσσων δίδου πιεῖν ἄκρως. ἄλλο. ὠὰ τρία βαλὼν εἰς ὄξος ἔα ἐμβρέχεσθαι ἐπὶ ἡμέρας τρεῖς καὶ λαβὼν σεμιδάλιον φύρασον τοῖς ὠοῖς τοῖς τρισὶ καὶ ὀπτήσας καὶ ἐμβάψας εἰς ἄκρατον δός. [Πότημα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.] Ῥοῦν καθεψήσας δι᾿ οἴνου στύφου εἰς τρίτον, δίδου πιεῖν, οἷς ἡ κοιλία οὐ καλὰ φέρει. ἄλλο. κηκίδα δι᾿ οἴνου αὐστηροῦ καθεψήσας πότιζε τοὺς ῥευματισμένους τὴν κοιλίαν πρὸς δύναμιν. [Πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Δίδου κύμινον μασώμενον καὶ καταπινόμενον. ἄλλο. κνίκον καὶ τήλεα τρίψας καὶ ἑψήσας δίδου ἀφέψημα πίνειν. ἄλλο. δαφνίδας ξηρὰς καὶ φλοισθείσας τρίψας δίδου πίνειν κοχλιάρια θ΄. ἄλλο.
467
ἕρπυλλον τρίψας δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. ἀφέψημα σαμψύχου δίδου πίνειν σὺν οἴνῳ. ἄλλο. ἠρυγγίου ῥίζαν δίδου σὺν οἴνῳ πίνειν ἢ ἀφέψημα σταχύος ἢ καστόριον. πρὸς τὴν δὲ ὀδύνην τῶν δυσεντερικῶν κυδώνια σὺν κηρωτῇ ῥοδίνῃ ἢ μυρσινίνῃ τὰ ἴσα τῇ γαστρὶ ἐντίθετι. [Πρὸς κωλικήν.] Γῆρας ὄφιος ἐν ἀγγείῳ χαλκείῳ φρύξας σὺν ἐλαίῳ μέχρι τοῦ καίεσθαι, αὐτὸ δὲ διαλύσας ἐν ἐκείνῳ ἐλαίῳ καὶ ἐξ αὐτοῦ σὺν δακτύλῳ σου κατάχριε. ἄλλο. βάλανον ὀπίῳ ἐν χυλῷ τῆς θρίδακος τετηγμένῳ περιχρίσας εἰς δακτύλιον ἐντίθετι. [Πρὸς διάῤῥοιαν γαστρός.] Καλλίτριχον ἑψήσας ἐν ὕδατι δίδου πιεῖν. ἄλλο. στοιβὴν τὴν εἰς τὰ κεράμια, τὴν ἀκανθώδη κόψον εἰς ὅλμον καὶ ἕψει δι᾿ ὕδατος καὶ δίδου πιεῖν τὸ ὕδωρ κοιλιαλγοῦντι, ἀπυρέτῳ δι᾿ οἴνου, πυρέττοντι χωρὶς οἴνου. ἄλλο. καρύων φλοιὸν τὸν περικείμενον περὶ τὰ τρωγόμενα, λεῖον δι᾿ ὕδατος, δίδου πιεῖν κοχλιάρια γ΄. ἄλλο. κέρας ἐλάφειον τρυφερὸν καύσας δίδου μετὰ κηκίδος ἴσης πιεῖν. ἄλλο. λαπάθου σπέρμα λειώσας καὶ ἐπιπάσας
468
εἰς τὸν ποτὸν δίδου ἢ εἰς τὸ βρωτόν. ἄλλο. καρύων τὸ ἐντὸς τὸ ὡσανεὶ κιόνιον καὶ μήκωνος κωδειῶν τὸ ἐπικείμενον ὡς πῶμα, ἴσον δίδου δι᾿ οἴνου. ἄλλο. δρυὸς βαλάνους κόψας καὶ σήσας πλεῖον ἐπίπασσε εἰς οἶνον αὐστηρὸν ὡς ἄλφιτα καὶ δίδου πιεῖν. ἄλλο. καράβου τὰ ὄστρακα φρύξας λεῖα διὰ ὕδατος. ἄλλο. στρουθιοκαμήλου κοιλία πινομένη καὶ ὀρνίθων ὁμοίως ὅσον κοχλιάρια β΄. ἀπυρέτοις δι᾿ οἴνου, πυρέσσουσι δὲ δι᾿ ὕδατος. ἄλλο. λιβάνου χόνδρον κυαμιαῖον διεὶς οἴνῳ μέλανι κυάθον α΄. καὶ στρύχνου χυλοῦ κυάθους β΄. δίδου πιεῖν. ἄλλο. κόμμι τὸ λευκὸν κόψας μετ᾿ οἴνου μέλανος κυάθων στ΄. δίδου γο. α΄. πίνειν, ποιεῖ ὑπόθετον τοῖς αὐτοῖς. ἄλλο. κοχλιάριον Ἀφρικανὸν λαβὼν βάλλε εἰς αὐτὸ πίσσαν ὑγρὰν καὶ θερμάνας ἔξελε τὸ κρέας καὶ ὑπόθες εἰς τὸν δακτύλιον δὶς ἢ τρίς. ἄλλο. ὄφεως γῆρας ἐν χαλκώματι μετὰ ἐλαίου φρύξας ἕως ἀνθρακωθῇ, συλλειώσας, τῷ ἐλαίῳ διάχριε τὸ δακτύλιον τῷ δακτύλῳ.
469
ἄλλο. βοτάνῃ ὑποκάτω ὕδατος μὴ ἁπτόμενος. ἄλλο. σεύτλιον κεκομμένον μετ᾿ ὄξους καταπλαττόμενον ἀπ᾿ ἄνωθεν μέχρι κάτω καλῶς ποιεῖται δυσεντερικοῖς. ἄλλο. κερατίων ὀστᾶ κόψας κατάπλασσε τὴν κοιλίαν. [Πρὸς ἀλγήματα δυσεντερικῶν.] Μῆλον κυδώνιον ὀπτὸν μετὰ κηρωτῆς ῥοδίνης ἑκάστου τὸ ἴσον μίξας κατάπλασσε. παραχρῆμα ἄπονον ποιεῖ. [Πρὸς κωλικούς.] Ὀστρέων ὄστρακα καύσας καὶ λεάνας δίδου πιεῖν κοχλιάρια β΄. δι᾿ ὕδατος θερμοῦ κυάθων γ΄. ἄλλο. θύμον Κρητικὸν καθεψήσας διὰ ὕδατος ἕως εἰς τρίτον καταστῇ μέρος, μετὰ μέλιτος Ἀττικοῦ δὸς πιεῖν. ἄλλο. ἱερὰν ῥίζαν λεπτὴν κόψας βάλε εἰς ὕδωρ καὶ ἕψει εἰς ἥμισυ καὶ δίδου πιεῖν τὸ ἀφέψημα ἐπὶ ἡμέρας ε΄. καὶ ἰᾶται. ἐπὶ πολλῶν δεδοκίμασται. ἄλλο. ἡδύοσμον χλωρὸν καθεψήσας δὸς ἐπὶ τρεῖς ἡμέρας καὶ οὐδέποτε πονήσει. ἄλλο. τῆς δάφνης οἱ ἀκρέμονες τρυφεροὶ ζύλοι τρωγόμενοι ἐπὶ ἡμέρας ἰῶνται. τὸ δὲ πολταρίδιον, ἐν ᾧ ἑψεῖς τὸ ἡδύοσμον, βλέπε μὴ γῆς ἅψηται ἐπὶ τὰς τρεῖς ἡμέρας. 
470
[Πρὸς διάφραγμα.] Φραξίνου ξύλου κύαθον δὸς ἐπὶ ἡμέρας γ΄. πιεῖν ξύσματα καὶ ὑγιὴς ἔσται. ἄλλο πολύχρηστον. κολοκυνθίδα Ἀλεξανδρεινὴν τρήσας μὴ σιδήρῳ καὶ ἐκκενώσας βάλε εἰς οἴνου Κώου κοτύλην α΄. καὶ ἀναζέσας καὶ εὔκρατον ποιήσας δὸς πιεῖν καὶ περιπατείτω καὶ ἀνάλγητος ἔσται. κατάγει ἀπολύματα πολλὰ τουτὶ πότημα. κατέχειν δὲ ἅλας ἐν τῷ στόματι, ἵνα μὴ ναυτιάσῃ. ποιεῖ δὲ καὶ πρὸς ἰσχιάδας. [Πρόσθετον κωλικοῖς.] Ὄπιον Σπανὸν ἀναλάμβανε θρίδακος καὶ πεσσὸν ποιῶν ἐντίθει τῷ δακτυλίῳ. ἄλλο. σκορόδου σκελιδόνιον α΄. κονίᾳ θερμάνας θὲς εἰς τὸν δακτύλιον καὶ σκύβαλα κατασπάσας ὑγίασται. ἄλλο. ἐὰν κῶλον πονῶν κύνα κοιμώμενον ἐγείρει, κατὰ δὲ αὐτὸν τόπον οὗ ἐκοιμᾶτο ὁ κύων, οὐρήσῃ, εὐθέως ἄπονος ἔσται, ὁ δὲ κύων ἀποθανεῖται. [Ἐπίθεμα κωλικοῖς καὶ ἐμπνευματουμένοις.] Κηρωτῇ Κυπρίνῃ σίλφιον ἀναλάμβανε πολὺ καὶ ἐπιτίθει· ἐγὼ δὲ σμήγω καὶ καστόριον ὀλίγον καὶ γίνεται ἐνεργέστερον.
471
[Πρὸς στρόφον.] Κύμινον Ἑλληνικὸν μασάσθω καὶ καταπινέτω. ἄλλο. κνίκον κόψας καὶ τῆλιν ἑψήσας πότιζε τῷ χυλῷ. ἄλλο. κτένα εἰς θερμὸν ὕδωρ ἐμβρέξας καὶ ἀποκλύσας πότιζε. ἄλλο. δαφνίδων ξηρῶν λεπισμάτων ὅσον κοχλιάρια θ΄. δίδου πιεῖν. ἄλλο. ἕρπυλον λειώσας μετὰ ἀκράτου δίδου πιεῖν. [Πρὸς πάντα τὰ ἐντὸς ἀλγήματα.] Ἔντερα ἀλγοῦντι εἴ τις τοὺς πόδας νίψῃ, δὸς πιεῖν τὸ ἀπόνιμμα, ἄπονος ἔσται παραχρῆμα. [Πρὸς διακοπὴν ἐντέρων.] Λαβὼν ἀκάνθης Αἰγυπτίας ῥίζαν καὶ κρέα ἐρίφεια σὺν ταῖς θριξὶ καὶ τῷ δέρματι, ἢ αἴγεια λείωσον καὶ ἐκ σεμιδάλεως γενομένων κρομμύων καὶ ἐν οἴνῳ συγκεράσας δίδου πίνειν. αὐτὴ ἡ ῥίζα ἐπειράθη καὶ ἐπὶ πνευμονιακοῖς πινομένη· ἡ δὲ αὐτὴ καὶ περιαπτομένη ποιεῖ πρὸς τριταῖον καὶ ἀμφημερινὸν καὶ μετὰ ἐλαίου πινομένη ἐστὶ τραυματική. [Πρὸς νεφρῶν καὶ ἰσχιάδος ἀλγήματα.] Λαβὼν ἄλευρον ἴρεως καὶ τὸ ἰσχυρὸν ὄξος αὐτοῖς διαμίγνυθι
472
ῥητίνην πιτυίνην καὶ θερμοὺς καὶ πύρεθρον καὶ τερεβινθίνην καὶ θεῖον καὶ νίτρον καὶ δαφνίδας, πάντα μίξας σὺν μέλιτι πρόσθες. [Ἰσχιάδος καθαρτικόν.] Τιθυμάλλου τοῦ ὀποῦ ἐνστάξας σταλαγμοὺς ε΄. εἰς τὸ σῦκον δίδου φαγεῖν, καθαίρει. [Ἐπίθεμα κοιλίας λυτικόν.] Κόκκον Κνίδιον σαλεπὶς ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει ἐπὶ τῆς κοιλίας τοῖς παιδίοις ἐπὶ τὸν ὀμφαλόν. ἄλλο. χολῇ ταύρου διάχριε τὸν ὀμφαλόν. ἄλλο. ἀστράγαλον χοίρειον καύσας καὶ λειοτριβήσας δὸς πιεῖν διὰ ὕδατος. ἄλλο. τὴν ἄνθεμιν βοτάνην τρίψας μετὰ ἐλαίου ἄλειψον καὶ παύσεται. ἄλλο. κροκοφάντιον λαβὼν οἷον θέλεις ἀπὸ κεφαλῆς γυναικὸς ἐπίθες ἐπὶ τὴν κεφαλὴν τοῦ πάσχοντος καὶ ἰάσῃ. κάλλιον δὲ ἐὰν θερμάνας αὐτὸ, οὕτως ἐπιθῇς. ἄλλο. κορίαννον καύσας καὶ διεὶς ἐλαίῳ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ ἐπάνω ἔρια.

[Πρὸς δυσουριῶντας καὶ λιθιῶντας] Σκορπίοι ὠπτημένοι τρωγόμενοι· πρὸς δὲ τοὺς ἀπροθύμως ἔχοντας

473
στέατι ἐμφυράσας καὶ ὀπτήσας δίδου φαγεῖν ἀνυπόπτως. παραδόξως ποιεῖ. καὶ οὐρηθεὶς δὲ λίθος, πυρίνῃ ὁμοίως ἐλαίας τριβόμενος ἂν εἴη ἔμπυρον λευκὸν, οὗτος ποτιζόμενος τοὺς ἐν κύστει λίθους τήκει. καὶ αἰλούρου δὲ ἧπαρ καυθὲν καὶ τριβὲν ὥστε ποθῆναι τοὺς λιθιῶντας ἰᾶται. καὶ ὁ ἴασπις λίθος πινόμενος θρύπτει τοὺς ἐν κύστει λίθους. ἄλλο. κοτυληδόνος ῥίζα ποθεῖσα καὶ λεῖα, πινομένη καθ᾿ ἡμέραν ὁλκὴ μία κατὰ κράματος, ποιεῖ πρὸς τοὺς ἐν νεφροῖς λίθους λίαν καλῶς. ὀμφακίου καὶ κισσοῦ πυῤῥοῦ τῶν κορύμβων μετ᾿ οἴνου λευκοῦ τετριμμένων τὸν ὄμφακα περίχριε τοὺς δυσουροῦντας. [Πεσσὸς πρὸς λιθιῶντας.] Ὅταν οὐρήσῃ, βούτυρον παλαιὸν μαλάξας περίχριε τὸ αἰδοῖον· εἰς δὲ τὴν κοίτην ἐρίῳ προστεθείσθω ἡμέρας γ΄. [Ἐπίθεμα διουρητικὸν, ποιεῖ δὲ καὶ πρὸς νεφριτικούς.] Καλαμίνθην μετ᾿ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλάμβανε καὶ τῷ ὀμφαλῷ ἐπιτίθει. ἄλλο. εἰς ἕψημα σαμψύχου ἐγκάθιζε.
474
ἄλλο. βοτάνην περδίκιον καθεψήσας δι᾿ ἐλαίου κατάπλασσε τὰ περὶ τὴν κύστιν καὶ παραχρῆμα οὐρήσει. [Πρὸς λιθιῶντας.] Χαμαίδρυν ὀρεινὴν καθεψήσας δι᾿ ὑδρομέλιτος δίδου πιεῖν· τούτῳ ἐχρήσατο Σάμιος Πρίσκος. ἄλλο. κισσοῦ λευκοῦ κορύμβους πότιζε ἐν οἴνῳ, τήκει λίθους. ἄλλο. φύλλα ἰτέας λειοτριβήσας ἐν οἴνῳ αὐστηρῷ πότιζε ἕως ὑγιάσῃς. [Πρὸς ἐνουροῦντας ἀπροαιρέτως.] Ἀλέκτορος λαρύγγια καύσας δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον α΄. ἄλλο. ἄνθη λευκανθέμου τῇ ζ΄. πότιζε ἐν ὕδατι τρίψας. ἄλλο. λαγωοῦ ὄρχιν ξηρὸν ξύων εἰς οἶνον εὐώδη δίδου πιεῖν. ἄλλο. κόρεις γ΄. θλάσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν ἐπὶ ἡμέρας θ΄. ἄλλο. καλαμίνθην καὶ σμύρναν ἐν ὕδατι δὸς πιεῖν πρὸ τοῦ δειπνῆσαι. ἄλλο. χηνείας γλώσσας ἑφθὰς δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἀνὰ μίαν. ἄλλο. πηγάνου ἀγρίου σπέρμα δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἄλλο. καταχριέσθω αὐτοῦ τὸ αἰδοῖον κιμωλίαν μετὰ περδικίου χυλοῦ. 
475
[Πρὸς δυσουρίαν.] Ῥοῶν καὶ τοὺς κισσοῦ ἐρυθροῦ κορύμβους τρίψας σὺν οἴνῳ λευκῷ κατάχριε μόρια τὰ τῶν δυσουριώντων ὀμφάλῳ ὑποκειμένων. [Ὡς διαβήτης ἵσταται.] Λαβὼν ὑμένια τὰ τῆς ἀλεκτορίδων κοιλίας ἔσωθεν καὶ ξηράνας ἐν ἡλίῳ ἀναλάμβανε ἐξ αὐτῶν δραχ. α΄. ἄλλο. λαβὼν σταγονίου καὶ βαλάνου ξηρᾶς καὶ βαλαυστίου καὶ κηκίδων ἀνὰ δραχ. γ΄. τρίψας δίδου ἐξ αὐτῶν νήστει σὺν μέλιτι ῥοδίνῳ ἐν ὕδατι ψυχρῷ.

[Πρὸς γυναικεῖα πάθη.] [α΄. Πρὸς σύλληψιν.] Ἰσχάδας νήστει μετὰ φύλλων ἐλαινῶν δὸς φαγεῖν. ἄλλο. προβάτου μηρυκωμένου ἄρας τῷ δακτύλῳ τὸν ἀφρὸν δὸς πιεῖν μετὰ οἴνου. ἄλλο. κάρδαμον λεῖον μετ᾿ ὄξους δίδου φαγεῖν ἐπὶ ἡμέρας δ΄. μετὰ τὴν κάθαρσιν. ἄλλο. ἀλώπεκος ἀφόδευμα ἐν πεσσῷ παρατιθέμενον καὶ ὑποχριόμενον συγγιγνέσθω. ἄλλο. ἀρτεμισίαν λείαν πρόσθες καὶ συλλήψεται. χριέσθωσαν δὲ τὴν φύσιν κόμμι, ὅταν ᾖ ἀπὸ τῶν ἐμμήνων τρίτη, καὶ συλλήψεται.

476
[β΄. Πρὸς σύλληψιν.] Ὑστέραν λαγωοῦ ξηράνας καὶ τρίψας δίδου πίνειν μετὰ τὴν ἀπὸ τῶν ἐμμήνων κάθαρσιν. [γ΄. Ἐὰν γυνὴ ἄῤῥενα γεννῆσαι θέλει.] Φασκίᾳ λευκῇ παιδικῇ δῆσον τὸν δεξιὸν πόδα καὶ συγίνου. [δ΄. Ἐὰν δὲ θῆλυ.] Φασκίᾳ μελαίνῃ τὸν ἀριστερόν. [ε΄. Πρὸς γνῶναι ἢ ἄῤῥεν ἢ θῆλυ τὸ ἐν γαστρί.] Σέλινον μὴ γινωσκούσης ἐπὶ τὴν κεφαλὴν ἐπίθες καὶ ὃ ἂν φωνήσῃ πρῶτον, εἴτε ἄῤῥεν, εἴτε θῆλυ, ἐκεῖνο τέξεται· ἀπαράβατόν ἐστιν. ἄλλο. λαβὼν τῆς ἐν γαστρὶ ἐχούσης οὖρον ὄρυξον βοθρίσκους δύο καὶ εἰς τὸν ἕνα βάλε κριθὰς καὶ εἰς τὸν ἕτερον πυροὺς καὶ ἐπίχεε γῆν μετὰ τὸ ἐμβαλεῖν τὸ οὖρον αὐτῆς, καὶ ἐὰν πρῶτον ἐκβλαστήσουσιν οἱ πυροὶ, ἄῤῥεν τέξεται· ἐὰν δὲ αἱ κριθαὶ, θῆλυ. [στ΄. Πρὸς σύλληψιν ἀῤῥενοτόκιον.] Χηνὸς στέαρ καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐπὶ ἡμέρας β΄. τῇ δὲ γ΄. συγγινέσθω καὶ συλλήψεται. ἄλλο. ἀνὴρ τὸν δεξιὸν ὄρχιν ἀποδήσας συγγενέσθω· ἐὰν δὲ θῆλυ, τὸ ἀριστερόν. [ζ΄. Κατόχιον ἐμβρύων.] Ἀετίνην λίθον περίαπτε·
477
κατέχει δὲ ἔμβρυον λίθος ὁ βλαστήσας εἰς ἀχράδα καὶ περιμείνας, εἶτα περιαπτόμενος. καὶ μαλάχης δὲ ἀγρίας ῥίζαν ἁπτόμενος καὶ ἐπίβοσκον λέγουσι· κατέχει καὶ σαρδὰ ἔμβρυα μέχρι τέλους. χρὴ δὲ τῇ κοιλίᾳ περιάπτειν. ἔστι δὲ καὶ ἡ σιδηρῖτις βοτάνη τῶν ἐμβρύων. τηρητικὴ περιαπτομένη. [η΄. Πρὸς δυστοκίαν.] Χαμαιπίτυν καὶ ἄσφαλτον ἐπὶ τῶν ἀνθράκων θεὶς ὑποκάπνιζε ἢ αὐτὰ πρόσθες. [θ΄. Ἐκβόλιον ἐμβρύου τεθνηκότος.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ ὕδατι κεκραμένῳ, κοχλιάρια β΄. δὸς πιεῖν, ἐκβαλεῖ παραχρῆμα. ἄλλο. λύκιον ὠμὸν καυλίσκου συγκεκομμένῳ κεδρίᾳ χρίσων καὶ θέρμανον καὶ δὸς πίνειν νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου δὸς πίνειν. ἄλλο. λίθον κυνόδηκτον πρὸς κύνα ἀπεῤῥιμμένον, ἐν γῇ τεθειμένον μεταβαινέτω δυστοκίαν ἡ φέρουσα γυνή. [ι΄. Πρὸς ἐξάγειν καταμήνια.] Λαβὼν πρασίου, νεπέτης,
478
πηγάνου καὶ καππάρεως φλοιοῦ ἀνὰ δραχ. γ΄. ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι δίδου πιεῖν. ἄλλο. τὸ τὶ ὕδατος, ἐν ᾦ διαλύεται ἡ ζύμη παλαιὰ ὅτε ποιεῖται ἄρτος, δὸς πίνειν. [ια΄. Πρὸς πόνον ὑστέρας.] Παιονίας ῥίζαν πότιζε· ἢ ἴριδος ῥίζαν ἢ παιονίας σπέρματος κόκκους ιε΄. ἢ ψυλλίου ἢ ἀκαλήφης χυλὸν πρόσθες. ἢ τὰ φύλλα μελισσοφύλλου ἀφηψήμενα ἐν οἴνῳ. ἄλλο. λαβὼν πήγανον χλωρὸν καὶ κόψας σὺν βουτύρῳ καὶ στέατι χοιρείῳ ποίει χρῖμα. [ιβ΄. Ὡς γυνὴ ἡ βεβιασμένη παραφαίνηται παρθένος.] Λαβὼν ὀμφακιτίδων, κύπρου, ξυλοκασσίας, ῥόδων ξηρῶν, πεπέρεως λευκοῦ καὶ κόκκου γνιδίου ἀνὰ ἐξάγιον α΄. προλελουμένῃ ὑστέρᾳ προσθέτω ταῦτα· ὠφελεῖ δὲ καὶ σπέρμα ὀξυλαπάθου τετριμμένον καὶ πρόσθετον. [ιγ΄. Ὠκυτόκιον.] Βολβοὺς πικροὺς τρίψας διὰ γλυκέος δὸς πιεῖν καὶ παραχρῆμα τέξεται. ἄλλο. δίκταμνον διὰ οἴνου ἢ ὕδατος πότιζε. ἄλλο. ὕειον γάλα ἐν μέλιτι πινέτω. ἄλλο. χαλβάνην τρίψας ἐν ὕδατι δὸς πιεῖν καὶ τέξεται παραχρῆμα.
479
[ιδ΄. Ὑποθυμίαμα δυστοκούσαις.] Χαμαιπίτυν ἐπὶ τῶν ἀνθράκων θεὶς ἢ ἄσφαλτον οἷον οἱ χαλκεῖς χρῶνται β΄. προστιθέσθω καὶ εὐθέως ποιεῖ. ἄλλο. γλήχωνος δεσμίδιον εἰς ὕδωρ θερμὸν βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα καὶ λέγε εἰς τὸ οὖς αὐτῆς, χοῦ. κᾶ. μῖ. δοῦς. ἄλλο. λαβὼν ἔλαιον εἰς τὰς χεῖρας ἀνάτριψον αὐτῆς τὰ ἰσχία ἐπιλέγων· χορίον στῆθι σῶμα, ὅτι ἐπιτάσσει σοι μεγάλη ἡ θεοτόκος. [ιε΄. Γάλα κατασπάσαι.] Ῥαφανῖδας μετὰ πυρῶν ἀναζέσας ἐν οἴνῳ καὶ διηθήσας δὸς πιεῖν. ἄλλο. πίτυρα μετὰ μαράθρων ῥιζῶν ἑψήσας τὸ ὕδωρ δὸς πιεῖν. ἄλλο. μελάνθιον διεὶς ἐν μελικράτῳ οἶον ὀλκὴν δίδου πιεῖν. ἄλλο. κισσοῦ φύλλα διεὶς ἐν μελικράτῳ δὸς πιεῖν. [ιστ΄. Γάλα σβέσαι.] Κατάντλει θαλάσσῃ καὶ κατάπλασσε τοῖς στύφειν δυναμένοις καὶ ἀναξηραίνειν. ἄλλο. ἅλμην ποιήσας θερμὴν καὶ σπόγγοις ἐκθλίβων καὶ μάννα ἐπιπάσσων ἐπίδει καὶ χάρτας ὁμοίως. [ιζ΄. Ἐὰν δὲ σκληροὶ ὦσι καὶ φλεγμαίνωσι.] Κατάπλασσε 
480
λινοσπέρμῳ δι᾿ ὀξυμέλιτος ἑφθῷ, ἤ τήλει ὁμοίως ἑψηθείσῃ ἢ σησάμῳ ἀπλύτῳ, ψυχθέντι καὶ λειωθέντι μίξας μέλιτι ἢ σύκοις κατάπλασσε. ἄλλο. κύμινον τρίψας μετ᾿ οἰνομέλιτος καὶ κηρωτῆς πάχος ποιήσας ἔμπλασσε εἰς ὀθόνιον ἐπιθείς. [ιη΄. Πότημα ἐκβόλιον ἐμβρύου τεθνηκότος ἤ μὴ φερομένου κατὰ φύσιν.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ παλαιῷ κεκραμένῳ κοχλιάρια β΄. δὸς πιεῖν, ἐκβάλλει παραχρῆμα. ἄλλο. ὠὸν ὠμὸν κεδρίᾳ χρῖσον καὶ θέρμανον καὶ δὸς ῥοφῆσαι νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου δὸς πιεῖν. ἄλλο. ὁ φοινικίτης λίθος ἐγχριόμενος ἐκβόλιόν ἐστιν· ἀτελὲς δὲ ἔμβρυον ἐκβάλλει λίθος κυνόδηκτος ἂν τεθῇ καὶ ὑπερβῇ αὐτὸν ἢ κύουσα, ὡς τάχος ἐκβάλλει τὸ κατὰ γαστρός. [ιθ΄. Γυναῖκα γνῶναι εἰ ἐκτρώσει τὸ ἐν γαστρί.] Ἐὰν οἱ μαστοὶ ἰσχναίνοιντο, σημαίνει ἔκτρωσιν. [κ΄. Κατάπλασμα φθόριον.] Ἐρεγμοῦ καθαροῦ κύαθοι δύο ἕψει ἐν πολταρίῳ μετ᾿ ὄξους· μετὰ δὲ τὸ ἡμίεφθον
481
γενέσθαι ἀλόης γο. α΄. καὶ μαλαγματῶδες ποιήσας ἐπιτίθει κατὰ τοῦ ὀμφαλοῦ μέχρι κτενὸς καὶ ἐπίδει. [κα΄. Κατάπλασμα ὥστε φθεῖραι ἄνευ πάσης βλάβης καὶ βασάνου.] Κυπαρίσσου φύλλων ἑψήσας μέρος ὕδατι λείανον ἐπιμελῶς ὡς μαλαγματῶδες γενέσθαι καὶ ἐπίθες ἐπὶ τὸν ὀμφαλόν καὶ τὸ ἐπιγάστριον καὶ κατάδει φασκίᾳ· κέλευον ἐπικαθίσαι ὑπτίαν ἢ ἐπὶ κουρικοῦ βάθρου καθίσαι καὶ κοιμωμένη ἀπόνως ἐκβάλλει. [κβ΄. Ἐκβόλιον ἀκίνδυνον ὥστε μηνῶν τριῶν ἣ δ΄. ἐκβάλλειν.] Ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες. ἀκίνδυνόν ἐστι καὶ πεπείραται ἐπὶ πολλῶν. ἄλλο. στρουθίον λεῖον μετὰ μέλιτος ἀναλαβὼν ἀνάπλασσε πεσσοὺς μικροὺς καὶ ὑποτίθει. ἄγει καὶ τὰ δεύτερα καὶ καταμήνια. ἄλλο. ἀρτεμισίας τῶν φύλλων λειοτριβήσας μετὰ ῥοδίνου καὶ ποιήσας γλοιοῦ πάχος προστίθει· καταμηνίων ἀγωγόν. ἄλλο. ἰσχάδας β΄. (S"). νίτρου ὀβολὸν πεσσὸν ποιήσας ἐπιτίθει. ἄλλο. ἀρτεμισίαν τρίψας ἐπιτίθει. ἄλλο. πηγάνου ἀγρίου
482
σπέρμα προστίθει. ἄλλο. γαγάτης λίθος ὑποθυμιώμενος τὰς μὴ καθαιρομένας καθαίρει. [κγ΄. Ἐὰν τεκούσῃ αἷμα μὴ ἐκκριθῇ.] Ἄρου σπέρμα τρίψας ἐν οἴνῳ λευκῷ νηστικῇ δίδου πιεῖν. [κδ΄. Πρὸς τὰς ἐκ τοκετοῦ χλωράς.] Πάνακος ῥίζας τρίψας ἐν οἴνῳ γλυκεῖ δίδου πιεῖν νηστικῇ. ἄλλο. κυτίνων ἄνθος ῥοῶν μετὰ μύρων ἑψημένων δὸς πιεῖν. ἄλλο. λαβὼν τρύγα οἴνου παλαιοῦ καὶ ῥίζαν κρίνου καὶ σκόροδα λεάνας κατάχριε πρόσωπον δείλης καὶ πρωῒ ἀπόπλυνε καὶ τοῦτο ἕως ἄν τὸ πρόσωπον ἐρυθρὸν γένηται. [κε΄. Πρὸς κοιλίαν κατεῤῥωγυῖαν καὶ μαστοὺς καὶ μηροὺς καὶ ἰσχία.] Κοχλίου θαλασσίου τὸν ὑπόμακρον καύσας καὶ λειοτριβήσας πρόσβαλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον γάλα καὶ κατάχριε. ἄλλο. διαφανὲς κόψας καὶ τρίψας ὅταν εἰς βαλάνειον εἰσέρχεται καὶ κατάχριε πρὶν ἀλείψασθαι. ἐπὶ ἡμέρας κ΄. ἀφανίζονται. [κστ΄. Πρὸς τὸ κοιλίαν, ἢ ὑποχόνδριον, ἢ μηροὺς
483
ἱδροῦσθαι ἐκ τοκετῶν.] Κιμωλίας καὶ μάννης ἑκάστου ἴσον ἀναλάμβανε ὠοῦ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης. [κζ΄. Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα.] Ἄρτου τὸ ἐντὸς καὶ μελαντηρίαν συμφυράσας ἐπιτίθει· τοῦτο καθίστησιν. [κη΄. Πρὸς ἐξομφάλους.] Κηκίδας καύσας, τρίψας μετὰ ὕδατος κατάπλασσε. [κθ΄. Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι.] Λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ, ἔπειτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔνθες εἰς τὸν ὀμφαλὸν καὶ ἐπίδει προστύπως. [λ΄. Πρὸς ὑστερικὰς πνίξεις.] Χελώνης χερσαίας ἧπαρ λεῖον ἐν πεσσῷ ὑποτίθει, ἀπαράβατόν ἐστι, μηδενὶ μεταδίδου. [λα΄. Πόμα πρὸς πόνον ὑστέρας.] Λαγωοῦ καρδίαν ξηράνας ἐπιξύων δίδου πιεῖν. [λβ΄. Πρὸς τοὺς γενομένους στρόφους ἀπὸ τοκετοῦ
484
καὶ φθορὰς καὶ πνιγμούς.] Λεπτοσφαίρους ὀβολοῦ (S"). ὀρεσίνημα καλοῦσι, τοῖς τρισὶ δακτύλοις μετὰ γλυκέος πινέτω. [λγ΄. Πρὸς ὑστέρας πόνους.] Γλυκείας ῥοᾶς ῥίζαν ἐν οἴνῳ πινέτω. [λδ΄. Πρὸς τὰς ἐκ μήτρας σκληρίας.] Κύμινον λεῖον καὶ πηγάνου φύλλα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ βουτύρῳ καὶ πεσσὸν ποιήσας δι᾿ ἐρίου ἐντίθει. [λε΄. Πόμα πρὸς ὑστερικὰς γυναῖκας.] Καστόριον μετὰ ἀνίσου πότιζε. ἄλλο. κύμινον τρίψας καὶ μελανθίου μέρος (S"). μετὰ ὀξυμέλιτος πότιζε. [λστ΄. Πόμα πρὸς ῥοῦν γυναικεῖον.] Πευκεδάνου ῥίζαν καὶ κυπαρίσσου σφαιρίων ἴσα ἑκάστου ἐν οἴνῳ λευκῷ δίδου πιεῖν. ἄλλο. γίγαρτα σταφυλῆς μελαίνης ξηρὰ λειώσας ἐν οἴνῳ μελαυστηρῷ δίδου πίνειν. ἄλλο. πιτυὰν ἐρίφου λαβὼν λείανον σὺν ὄξει δριμυτάτῳ καὶ δίδου νήστει πιεῖν. ἄλλο. κοράλλιον δίδου ἐν οἴνῳ μέλανι καὶ παραχρῆμα στήσεται. ἄλλο. νάρθηκος σποδὸν καὶ μήκωνος κονίαν ἐν ὕδατι δίδου πίνειν πρὸς ὀλίγον· εἰ δὲ εἴη πλέον φερόμενον, σπόγγον
485
καύσας δίδου ὅσον δραχ. γ΄. ἄλλο. κέρας ἐλάφειον καύσας δὸς πιεῖν. [λζ΄. Πρόσθετα.] Ῥοιὰν σὺν ἐρίῳ καταπλάσας προστίθει. ἢ σίδια ἑψήσας καὶ τρίψας ἐν ἐρίῳ δεῖ προστίθεσθαι ἐν πεσσῷ. ἄλλο. κηκίδος τὸ ἐντὸς καὶ λιβάνου ἀναλαβὼν ἐν πεσσῷ προστίθει διὰ ὕδατος. ἄλλο. γλήχωνα λεῖον ἀναλαβὼν ἐρίῳ καθαρῷ προστίθει· βοηθεῖ δὲ ὄξει ξεστῷ σπόγγος βαπτόμενος καὶ ἐκθλιβόμενος συμμέτρως καὶ μηρῶν δὲ συναγωγὴ καὶ δέσις ἄκρων καὶ κατάκλισις ἐπὶ κεφαλήν. [λη΄. Πρὸς τὸ μὴ καθυγραίνεσθαι τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις τῶν γυναικῶν.] Κηκίδος ὀμφακίνης κόκκους δ΄. σποδίου, ᾧ χρῶνται εἰς τὰ ὀφθαλμικὰ, μύστρα δύο τρῖψον καὶ μῖξον εἰς τὸ αὐτὸ καὶ ἀπόθου εἰς ἀγγεῖον καθαρὸν καὶ τούτου λαμβάνουσα μύστρον οἴνῳ παλαιῷ διεῖσα καὶ τούτῳ ὑπονοτιζέσθω ταῖς πρώταις ἡμέραις, ἡ γαμηθεῖσα καθ᾿ ὅλου τοῦ βίου διαμενεῖ τοὺς τόπους μὴ καθυγρουμένη. ἄλλο. κηκίδας ἐμβρέχων εἰς ὕδωρ ἡμέρας η΄. εἶτα βρέχε ἔριον 
486
τεθυωμένον τρυφερὸν τῷ ἀποβρέγματι καὶ μὴ ἐκπιέζων ἔα ξηρανθῆναι καὶ πεσσὸν ποιῶν τοῦ ὀρίου δίδου ὑποτίθεσθαι· καὶ ἔσται ὡς παρθένος ἐν τῇ συνουσίᾳ. αἱρείτω τὸ ἔριον καὶ ξηραινέτω καὶ πάλιν χρήσθω εἰ θέλει. ἄλλο. ὀξυλαπάθου σπέρμα τρίψας δίδου ὑποτίθεσθαι καὶ ἔσται ὡς παρθένος. ἄλλο. κηκίδας κόψας εἰς ὕδωρ ἔμβαλε καὶ δίδου προσκλύζεσθαι καὶ θερμοτέρας ποιεῖ τὰς γυναῖκας. ἄλλο. ὀθόνια ἰσχνὰ ἀποβρέχειν εἰς στυπτηρίαν μετὰ ὕδατος ἀνειμένην καὶ ξηραίνειν· εἶτα κυπέρου καὶ κασσίας καὶ κηκίδος ἴσον ἑκάστου τρῖβε ἐν οἴνῳ παλαιῷ πάχος ποιεῖν μέλιτος. τούτῳ τὰ ὀθόνια βρέχων ἀναξήρανον καὶ δίδου προστίθεσθαι καὶ κέλευε συνέχειν ὥραις δυσὶ ταμιευομένην πρὸς τὴν χρείαν· ὅταν δὲ ὁμιλεῖν μέλλῃ, τότε ἀφαίρετο ἐκεῖνα. ἄλλο. λαβοῦσα δὲ μέλι καὶ νίτρον καταχριέτω τὸ μόριον μέχρι τοῦ ἐφηβαίου. οὕτως συγγίνου.

[α΄. Πρὸς τὸ ἀνέντατόν τινα γενέσθαι.]

487
Κήρυκα καύσας σβέσον οὔρῳ βοὸς τομίου καὶ λάμβανε ἀπὸ τούτου ἢ ἐν ποτῷ ἢ ἐν βρωτῷ. τὸ δὲ ἄλλο εἰς ἀγγεῖον ἀπόθου. ἄλλο. λύσις. ἄναψον τὸ ξυλάριον καὶ παύεται. ἄλλο. ὀξύσχοινος ἐντεθεῖσα καὶ γενομένη κηρύκου σχῆμα τοῦ ὄξεως ἐκκριθέντος εἰς τὴν κοίτην ἐπιτίθει ὑπὸ τὰ στρώματα καὶ κατέχει τὰς ἐπὶ τὰ ἀφροδίσια ὁρμάς. ἄλλο. κορίαννον ἢ γλήχων ἐσθιόμενος πολλάκις ἀνέντατον ποιεῖ. ἄλλο. χολὴ νάρκης ἐάν τις τὸ μόριον ἀνέντατον ἔσται. ἄλλο. ἀπὸ λύχνου αὐτομάτως σβεσθέντος λαβὼν πομφόλυγα τὴν ἔτι ζῶσαν βάλλε εἰς τὸ πόμα καὶ δὸς πιεῖν, γενήσεται γὰρ ἀνέντατος ὅλην τὴν νύκτα ὁ πιών. [β΄. Ἐντατικὰ τοῦ αἰδοίου.] Αἰδοῖον ἐντείνουσι καὶ ἐξορμάουσι πρὸς ἀφροδίσια τάδε· κωναρίων, πεπέρεως, πετροσελίνου, ἐλαφίου αἰδοίου ῥινήματος τερεβινθίνης ἀνὰ ἴσα μέλιτι ἀναλάμβανε καὶ σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. λαβὼν ἐρεβίνθων ὠμῶν, κωναρίων γο. β΄. εὐζόμου σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ γο. α΄. μέλιτος τὸ ἀρκοῦν, δίδου δίδραχμον
488
σὺν οἴνῳ. ἄλλο. αἰδοῖον κατάχριε τῷ μέλιτι πρὸ ἀφροδισίας. ἄλλο. εὐζόμου σπέρμα σὺν μέλιτι δίδου πίνειν. ἄλλο. χυλοῦ τοῦ εὐζόμου κυάθους β΄. μετὰ πεπέρεως λευκοῦ τὸ ἀρκοῦν δίδου διὰ τριῶν ἡμερῶν τῶν ἐπαλλήλων ἡμερῶν. ἢ χυλοῦ εὐζόμου καὶ πεπέρεως λευκοῦ δίδου κοχλιάριον α΄. νήστει. συμφέρει καὶ ὄστρακον ἐχίνου θαλασσίου πινόμενον καὶ τὸ γάλα βόειον πιόν. ἄλλο. πολυγόνου βοτάνης σπέρμα καὶ σάρκα ἰχθύων ποταμίων ξηρὰν τρίψας δίδου πίνειν· ἐντατικὸν γάρ ἐστι. ὁμοίως σπέρμα τῆς ἀνδράχνης ἑψηθὲν μετὰ γάλακτος βοείου δίδου· πάνυ βοηθέει. ὁμοίως ὠὰ πέρδικος ἐσθιόμενα. ἄλλο. σπέρμα πράσου σὺν ἀκράτῳ οἴνῳ δὸς πίνειν. ἄλλο. χυλὸς πολυγόνου βοτάνης πινόμενος ποιεῖ ἀφροδίσια ἑτοιμοτέρους. ἄλλο. τὸ ὕδωρ ἐν ᾧ σβεσθῇ ὁ σίδηρος πῖνε σὺν οἴνῳ. ἄλλο. ὀρχιδίου ξηροῦ ἀλώπεκος κοχλιάριον α΄. πῖνε. ἄλλο. χυλὸν ἀσφοδέλου ῥίζης ἐκπιέσας δίδου πίνειν. ἄλλο. ὅταν ὁ ταῦρος μετὰ συνουσίαν οὐρήκῃ, γῆν συμμίξας τῷ πηλῷ ἐξ οὔρου καταπλασσομένῳ αἰδοῖον κατάχριε. ἄλλο. κόπρῳ τῇ βοείᾳ προσφάτῳ αἰδοῖον κατάχριε.
489
ἄλλο. κόκκον γνίδιον τρίψας καὶ σὺν ἐλαίῳ ῥοδίνῳ διαμίξας κατάχριε. ἄλλο. χυλῷ περιστερεῶνος. αἰδοῖον κατάχριε. [γ΄. Πρὸς ὕπνον.] Εἰς φύλλον δάφνης ἐπίγραφε καὶ ὑποτίθει ἐπὶ τὴν κεφαλὴν λεληθότως, ὀνομάζων κόνκοφον βραχερέον. [δ΄. Πρὸς τοὺς μὴ δυναμένους συνουσιάζειν.] Σκαμμωνίαν μεθ᾿ ὕδατος χρίου.

[Πρὸς τὸ δῆγμα τῶν ἰοβόλων ζώων.] Πρὸς δῆγμα τῶν ἰοβόλων θηρίων τὰ μελίας φύλλα κόψας χυλοῦ δίδου κοχλιάρια γ΄. ἀπυρέττουσι μετὰ τῶν γ΄. κυάθων τοῦ οἴνου. ἄλλο. φλοῖον δένδρου βαλάνου ἢ εὔζυμον τὸ ἐν τοῖς λαχάνοις γιγνόμενον, ἢ χαμαιπίτυα, ἢ σκόροδον, ἓν ἐξ αὐτῶν τρίψας σὺν οἴνῳ ἀκράτῳ νήστει δίδου πίνειν. ἄλλο. αἷμα τῆς νήττης ἐναντιοῦται πᾶσι τοῖς δηλητηρίοις καὶ θανασίμοις. τοῦτο μὲν αὐτὸ ποιοῦσιν αἱ σάρκες τῆς ὄρνιθος προσφάτως ἀναιρεθείσης τοῖς δήγμασιν ἐντιθεμέναι· ἐναντιοῦνται γὰρ τοῖς ἰοβόλοις ἅπασι καὶ ἰαοῦνται

490
πλὴν δήγματος τοῦ ἀσπίδος. ἄλλο. πήγανον σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. ἐγκέφαλος τῆς ὄρνιθος πινόμενος ὠφελεῖ. [Πρὸς τὰ τῆς ἔχεως δήγματα.]Τὴν χαλβάνην σὺν κυπρίνῳ πρόσθες. ἄλλο. ἕρπυλλον σὺν ὄξει ὁμοίως κατάχριε. [Ὑποθυμιάματα τῶν ἰοβόλων φευτικά.] Τὸ πύρεθρον καὶ θεῖον ἐμπύριζε καὶ φευξοῦνται. ἄλλο. ταὐτὸ ποιεῖ τὸ κέρας ἐλάφου καὶ τὸ στέαρ αὐτοῦ· ἔτι καὶ τὸ σκύτος καὶ πόδες, τὰ μὲν ταῖς πύλαις ἐμπηγνύμενα τὴν ἅπαντος ἰοβόλου εἴσοδον κωλύουσιν. ἄλλο. πνεύμων ὄνου ὑποθυμιαζόμενος ἅπαν ἰοβόλον φυγαδεύει. [Ὡς ἔχιδνα μὴ δήκῃ.] Δρακόντιον τρίψας τὴν χεῖρά σου κατάχριε καὶ μὴ δηχθήσῃ. σπέρμα δὲ ταύτης βοτάνης τετριμμένον σὺν ὕδατι καὶ τιθὲν ἐν τοῖς ὕδασι τῶν ἀποδημεόντων αὐτὰς φυγαδεύει. ἄλλο. χυλῷ στρύχνου χεῖρας κατάχριε. [Ἐπίθεμα πρὸς τὰ δήγματα τῆς ἐχίδνης.] Ἐχίδνης κεφαλὴν ἀποκόψας τὸ μόριον αἱματηρὸν τῷ τόπῳ ἀποδηχθέντι προστίθετι καὶ ἐπίδει καὶ οὕτως ἐᾷ.
491
[Πυρία πρὸς τὸ δῆγμα τῆς ἐχίδνης καὶ μυγάλης.] Τρίφυλλον ἀσφάλτιον ἕψε καὶ ἀφεψήματι θερμῷ τόπον ἀποδηχθέντα πυριᾷ. οὐδεὶς δὲ πυρίᾳ ταύτῃ χράσθω ὁ μὴ πάσχων. μεταβαίνει γὰρ ἡ διάθεσις εἰς αὐτὴν, ὡς νομίζῃ ἑαυτὸν ἀπὸ τῆς ἐχίδνης ἢ μυγάλης ἀποδηχθέντα.