De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

[Περὶ τῶν τῆς κεφαλῆς παθῶν.] [α΄. Περὶ τρυμοῦ τῆς κεφαλῆς.] Στοιχάδα δίδου πίνειν σὺν ὕδατι. ἄλλο. ἀρτεμισίας λεπτοφύλλου χυλὸν μίξας ἐλαίῳ ῥοδίνῳ καὶ τὰ τῶν νεύρων ῥίζια κατάχριε. ἄλλο. ἀκάνθας λευκῆς σπέρμα δίδου πίνειν. ἄλλο. καστόριον ὕδατι διακλύσας δίδου πίνειν. [β΄. Περὶ κεφαλαλγίας.] Κέρας ἐλάφου καύσας καὶ τρίψας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἄλλο. ἐγκέφαλον γύπειον τρίψας τὴν κεφαλὴν κατάχριε καὶ κροτάφους. ἄλλο. ψύλλιον κατάχεε ἐλαίῳ ῥοδίνῳ μίξας καὶ χρῶ. τοῦτο δὲ συμφέρει καὶ πρὸς τὴν ἡμικρανίαν. ἄλλο. στύρακα τὴν ὑργὰν μίξας ἐλαίῳ παράπλεκε. ἄλλο. ὀνίσκους τοὺς ὑπὸ ὑδρίαις διαγομένους ἐν ἐλαίῳ ἑψήσας τὴν κεφαλὴν κατάχριε. ἄλλο. κυτίνους ἢ τὰ βαλάντια ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι θαλασσίῳ μέχρι τῆς τρίτου τοῦ μέρους καταναλώσεως, καὶ τρίψας καὶ μετὰ κηρωτῆς μίξας κατάχριε. ἄλλο. τῷ γλήχωνι καὶ μαράθρου ῥίζῃ σὺν ἀλεύρῳ

399
κριθίνῳ τοὺς κροτάφους κατάχριε. ἄλλο. ἡδύοσμον ἢ σίνηπι σὺν ὄξει μίξας κατάχριε κροτάφους δὶς ἐν ἡμέρᾳ. [γ΄. Πρὸς τῆς κεφαλῆς τε καὶ τῶν κροτάφων ἀλγήματα.] Προσλάμβανε ὀπίου τὸ κυάμου μέγεθος καὶ γλήχωνος καὶ σχίνου μερίδας ἓξ, καὶ ἀναλαβὼν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ κατάχριε. ἄλλο. ὀξυλάπαθον καὶ τὴν κικίδα τρίψας τὸ μέτωπον καὶ κροτάφους κατάχριε. ἄλλο. καστόριον διαλύσας ἐλαίῳ ῥοδίνῳ καὶ ὄξει κατάχριε μέτωπον καὶ κροτάφους. ἄλλο. ἴριδα ξηρὰν καὶ καρδάμωμον ἔλαττον ὄξει ἀναλύσας χρῖε τρίχας ὡς γυναῖκες ποιοῦσιν αὐτὰς καταχρίουσαι. ἄλλο. χυλὸν πευκεδάνου ἐλαίῳ ἰρίνῳ διαλύσας ἐπιτίθετι. ἄλλο. νεοττείαν χελιδόνων μὴ συγχωρέῃς εἰς γῆν πίπτειν καὶ πηλὸν τὸν τῷ κόπρῳ μεμιγμένον λαβὼν καὶ τῷ ὄξει ἐν ἀγγείῳ ξυλίνῳ συμβρέξας καὶ ὑπάξας τὸ μέτωπον κατάχριε. ἄλλο. τὸ κόμμι κισσοῦ τῷ ὄξει τε καὶ ἐλαίῳ ῥοδίνῳ διαλύσας τοὺς κροτάφους κατάχριε. ἄλλο. βοήθημα σπυράθους, τουτέστιν ἀφοδεύματα αἰγὸς σὺν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ λειοτριβήσας κατάχριε τὸ μέτωπον καὶ κατάδησον φασκίᾳ· 
400
ποίει δὲ πρωῒ καὶ δείλης καὶ ἰάσῃ τὸν κεφαλαλγοῦντα. ἄλλο. εὐφόρβιον καὶ μέλαν γραφικὸν λειώσας μετ᾿ ὄξους κατάχριε τὸ μέτωπον. ἄλλο. παῖς ἄφθορος οὐρησάτω ἐπὶ τὴν οὐδὸν τῆς θύρας τοῦ πάσχοντος. σὺ δ᾿ ἐπιβάλλων ὄξος τρῖβε ἀμφότερα εἰς ἓν ἐπὶ τὴν οὐδὸν, ὡς γλοιοῦ γίνεσθαι πάχος, καὶ κατάχριε τὸ μέτωπον αὐθωρόν. ἄλλο. ἐάν τις τίκτουσα κεφαλὴν πονῇ, σποδὸν ὄξει φυράσας κατάχριε. ἄλλο. δάκρυον κισσοῦ, μετ᾿ ὄξους καὶ ῥοδίνου λειώσας, κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἐπίθεμα πρὸς ταυτά. κάρδαμον φυράσας ὄξει καὶ ῥοδίνῳ καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει ἀπὸ κροτάφου ἐπὶ κρόταφον. παραχρῆμα τὴν ὀδύνην παύει. [δ΄. Πρὸς ἑτεροκράνιον.] Ἀκακίαν λαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. κιχώριον ἐπιτιθέμενον καὶ πόνους κεφαλῆς καὶ τὰς ἐγκαύσεις τὰς γινομένας ἀφ᾿ ἡλίου παύει. [ε΄. Πρὸς ἐπιληπτικοὺς πότημα.] Ἰκτῖνον καύσας ζῶντα ἐν χύτρᾳ, δίδου πίνειν τὴν τέφραν καὶ ὑγιάσεις. ἄλλο. ἧπαρ αὐτοῦ καύσας καὶ τρίψας δίδου δι᾿
401
ὕδατος. ἄλλο. κόπρον ὀνείαν φρῦξον καὶ λάμβανε ἀπ᾿ αὐτῆς ὅσον κοχλιάρια β΄. καὶ πότιζε καθ᾿ ἡμέραν, καὶ ἀπαλλαγήσεται τοῦ πάθους· τοῦτο τῶν λίαν πεπειραμένων ἐστίν. ἄλλο. οὖρον κάπρου ἐν κάπνῳ ξηρὸν ποίει, ποτιζόμενον δι᾿ ὀξυμέλιτος· ἔστω δὲ τοῦ οὔρου τὸ μέγεθος κυάμου Αἰγυπτίου, μάλιστα δὲ συάργου. ἄλλο. κόπρος τράγειος ποιεῖ διδομένη ἕως πεντεκαίδεκα σπυράθων. ἄλλο. μαλάχης ἀγρίας χυλὸν δίδου ἐπὶ ἡμέρας λ΄. πίνειν νηστικῷ, καὶ ἰάσῃ. ἄλλο. γαλῆς αἷμα κατάξηρον δίδου δι᾿ ὕδατος. τοῦτο δὲ ποίει, ὅταν ᾖ παραύτικα πεσούμενος ὁ κάμνων. ἄλλο. ὀλίγον ἐλαίου τῇ λαγώῃ πητύᾳ κατάχεε καὶ καταπότια ποίεε, ἐξ ὧν |ὅθ᾿ ἓν, ὁτὲ δύο δίδου. ἄλλο. γαλῆς αἷμα περίχριε καὶ τὴν γαλῆν δίδου φαγεῖν, ἀποκόπτων αὐτῆς τοὺς πόδας καὶ τὴν κεφαλήν· ποιεῖ ὁμοίως καὶ πρὸς χοιράδας διδομένη γαλῆ. ἄλλο. μῦν ἀνατεμὼν ἐν ληγοσεληνίῳ δέξαι αὐτοῦ τὸ ἧπαρ καὶ ὀπτήσας δὸς φαγεῖν τῷ πάσχοντι. ὠφελεῖ καὶ τὸ ὀξύμελι σκιλλιτικὸν καὶ τὸ Ἰουλιανοῦ καὶ ἡ θηριακή.
402
[στ΄. Ἄλλο ὀσφραντικὸν πρὸς ἐπιληπτικούς.] Τιθύμαλλον τρίψας μετὰ ὄξους καὶ ἀλφίτων, μαζία ποιήσας δίδου ὀσφραίνεσθαι τῷ ἐπιληπτικῷ καὶ οὐ πεσεῖται. καὶ συμφέρει τοῦ πευκεδάνου τε καὶ πίσσης ὀσφρᾶσθαι. [ζ΄. Ἐπιθυμίαμα τῷ γνῶναι εἰ ἔστιν ἐπιληπτικός.] Λίθον ἐπιθυμίασον τὸν γαγάτην, αὐτῷ συμπεριβαλὼν, ὡς μὴ διασκίδνασθαι τὴν ὀσμὴν καὶ καταπεσεῖται εἴπερ ἑάλῳ τῷ πάθει. [η΄. Πότημα πρὸς τὸ γνῶναι εἰ ἀθεράπευτοί εἰσιν οἱ ἐπιληπτικοί.] Ἀκακίας δραχμὴν ὕδατι διεὶς πότιζε· ἐὰν ἐμέσῃ, ἀνίατόν ἐστιν· ἐὰν δὲ πυρέξῃ, πότερον συμφέρει αὐτῷ. [θ΄. Ἀστροπλήκτων θεραπεία.] Ὄνου οὖρον κατάχεε αὐτοῖς καὶ θεραπεύονται. [ι΄. Ἐὰν πεπτωκότα ἐπιληπτικὸν θέλῃς ἐγεῖραι παραχρῆμα.] Θύμον ἢ γλήχωνα τρίψας προσένεγκε αὐτοῦ τοῖς μυκτῆρσι. [ια΄. Καθαρτικὸν διὰ μυκτήρων.] Ἀναγαλλίδος τῆς
403
τὸ κυανοῦν ἄνθος ἐχούσης τὸν χυλὸν εἰς τοὺς μυκτῆρας ἐνθεὶς κέλευε ὕπτιον ἀνανεύσαντα. τοῦτο δὲ βοηθεῖ πᾶσι τοῖς περὶ κεφαλὴν ὀχλουμένοις. ἄλλο. χυλὸν τοῦ κισσοῦ λευκοῦ ἔγχει εἰς μυκτῆρας. ἄλλο. μελάνθιον χυλίσας μετὰ ὑδρομέλιτος καὶ ἶριν, οὕτως χρῶ, ἔλαιον παλαιὸν μίξας. ἄλλο. σεύτλου ῥίζαν χυλίσας ἔγχει εἰς μυκτῆρας καὶ καθαίρει.

[Πρὸς τὰ ὤτων πάθη] [α΄. Πρὸς τὰς διαθέσεις τὰς ἐν τοῖς ἀκουστικοῖς πόροις.] Ἐγκλύσας οἴνῳ κεκραμένῳ ἢ ὑδρομέλιτι τὸ οὖς ἔνσταζε λύκιον, λεάνας ἐν λεπυρίαις. [β΄. Πρὸς φλεγμονὰς καὶ πόνους.] Σκορόδου τὸ ἐντὸς ἀμυγδαλοειδὲς θλάσας μετὰ ἐλαίου εἰς ξύστραν θερμάνας, ἔγχει τὸ ἔλαιον εἰς οὖς καὶ ἄπονος ἔσται. [γ΄. Πρὸς περιωδυνίαν,] Ἧπαρ χήνειον τεταριχευμένον τήξας μετὰ νάρδου καὶ ἀπομάξας εἰς τὸ οὖς ἐντίθει. [δ΄. Πρὸς ὦτα πυοῤῥοοῦντα.] Στυπτηρίαν ὑγρὰν ἀνεὶς ὕδατι ἔμβαλον εἰς ὑέλινον ἀγγεῖον καὶ λειάνας ἔνσταζε.

404
[ε΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Πράσου χυλὸν μέλιτι διεὶς χρῶ. ἄλλο. ὄπιον ἀνιεὶς γλυκεῖ εἰς τὸ οὖς ἔνσταζε χλιαίνων. ἄλλο. κεδρίαν ἐν ὀλίγῳ νάρδῳ ἔνσταζε. ἄλλο. μέλι καὶ ἔλαιον ἐν κενώμασι προχλιάνας ἔνσταζε. [στ΄. Πρὸς τερηδόνας καὶ πυοῤῥοοῦντας.] Στυπτηρίαν σχιστὴν μετ᾿ ὄξους καὶ γλυκέος ἑψήσας ἔνσταζε ποιῶν μέλιτος πάχος, ἐνεργὲς ἐπὶ προσφάτου καὶ ἐπὶ χρονίου. [ζ΄. Πρὸς ἤχους καὶ περιωδυνίας.] Κεδρίαν μέλιτι μίξας ἔνσταζε. ἄλλο. ἀλόην ἡπατικὴν μετὰ οἰνομέλιτος, ποιῶν γλοιοῦ πάχος, ἔνσταζε. ἄλλο. ἀλώπεκος στέαρ ἀνειμένον ἔνσταζε. ἄλλο. νάρδον χλιαρὰν ἔνσταζε. ἄλλο. κασίαν μετὰ ῥοδίνου ἔνσταζε. ἄλλο. σίλφας τὰς κατοικιδίους μετὰ ῥοδίνου θερμαίνων ἔνσταζε. [η΄. Πρὸς τὰς κατὰ μικρὸν περιωδυνίας.] Ἔρια οἰσυπηρὰ περιζέσας ὄξει ἐγχυμάτιζε καὶ ἐξ αὐτοῦ τοῦ ἐρίου ἐντίθει εἰς τὸ οὖς. ἄλλο. ῥοιᾶς ἀώρου τῷ χυλῷ μετὰ μέλιτος χρῶ, ἢ σχίνου τῷ χυλῷ ἢ περδικίου βοτάνης ἢ κύπρου 
405
ἢ βάτου. τούτων τὸν χυλὸν κατ᾿ ἰδίαν ἑκάστου ἢ καὶ μετὰ μέλιτος μίσγων καὶ ἑψῶν χρῶ. ἢ ἀρνογλώσσου ἢ θριδακίνης ἢ πολυγόνου χυλοῦ ὁμοίως χρῶ. [θ΄. Πρὸς πόνους χωρὶς ἑλκώσεως.] Θεῖον ἄπυρον ἐμφύσα διὰ συριγγίου. ἄλλο. ὄπιον ἀνιεὶς γυναικείῳ γάλακτι ἔνσταζε. [ι΄. Πρὸς δυσηκοοῦντας.] Ἀψίνθιον ἀφέψων διὰ ὕδατος κλύζε τὸ οὖς τῷ ἀφεψήματι. [ια΄. Πρὸς τοὺς ἐκ γενετῆς κωφούς.] Αἰγὸς νεωστὶ ἐσφαγμένης τὸ κέρας πλῆσον οὔρου αἰγὸς καὶ κρέμασον εἰς καπνὸν ἐπὶ ἡμέρας θ΄. καὶ χρῶ. [ιβ΄. Πρὸς τοὺς ἐκ βάθους ἤχους.] Ὄξος καὶ ῥόδινον, πήγανον, κύμινον λεάνας μετὰ μέλιτος χρῶ. [ιγ΄. Πρὸς βόμβους καὶ ἤχους ἐξαπίνης γινομένους.] Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἄλλο. βρυωνίας, μέλιτος καὶ ἐλλεβόρου λευκοῦ καὶ ῥοδίνου λεάνας ἔνσταζε.
406
[ιδ΄. Πρὸς ἀλγοῦντα καὶ πυοῤῥοοῦντα.] Ὄξος καὶ μέλι καὶ ῥόδινον μίξας χλιάνας χρῶ. [ιε΄. Πρὸς περιωδυνίας.] Εὐθύπαστον ἐλαίῳ στέαρ ἔνσταζε, καὶ σπόγγῳ τόπον ἔπεχε· ποιεῖ καὶ πρὸς τὰ νευρώδη μισγόμενον καὶ μετὰ ἀλωπεκίου στέατος καὶ ἴου, ἴσα ἴσοις. [ιστ΄. Πρὸς ἀλγηδόνας καὶ φλεγμονάς.] Ἀσφοδέλου ῥίζαν καθάρας βάλλε εἰς ἔλαιον ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἡλίαζε ταῖς ὑπὸ κυνὸς καύμασιν ἡμέραις μ΄. καὶ χρῶ. [ιζ΄. Πρὸς τὰ ἡλκωμένα καὶ πυοῤῥοοῦντα.] Σαύρας τὰς μικρὰς λαβὼν τῆξον ἐλαίῳ καθαρῷ, καὶ οὕτως ἐγχυμάτιζε καὶ ἐὰν σκώληκας ἔχῃ, ἰᾶται. [ιη΄. Πρὸς τὰ ἐν ὠσὶ σκωλήκια παρεισδυόμενα εἰς τὰς ἀκοάς.] Κρόμμυα καὶ ὕσσωπον τρίψας οὔρῳ παλαιῷ ἐγχυμάτιζε. ἄλλο. κολοκυνθίδος τοῦ σπέρματος τῆς ἐντεριώνης, στυπτηρίας Αἰγυπτίας ἴσα, μετὰ κεδρίνου ἐλαίου λειώσας ἐγχυμάτιζε.
407
[ιθ΄. Πρὸς τὸ ῥύπον ἐξελεῖν.] Κροκίδα βρέξας μυροβαλάνῳ ἔνθες καὶ εὑρήσεις τὴν κροκίδα πλήρη τοῦ ῥύπου. ἄλλο. νίτρον λεπτὸν ἔμβαλλε εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ πρόσθες ἔριον, ἔασον ἐννυκτερεῦσαι· τῇ δὲ ἐπιούσῃ κλύσον ὑδρελαίῳ θερμῷ. [κ΄. Πρὸς ὠταλγίαν.] Ἁλὸς ἄνθος μετὰ ῥοδίνου καὶ ὄξους ἔνσταζε. [κα΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Νίτρον μετὰ ῥοδίνου διεὶς ἐγχυμάτιζε τὸ οὖς. ἄλλο. ἐλλέβορον λευκὸν μετὰ οἴνου ἢ ὄξους ἔνσταζε σὺν στυπτηρίᾳ· καὶ χυλὸν καλαμίνθης ῥίζης συλλειοτριβήσας μετ᾿ ὄξους ἐγχυμάτιζε. [κβ΄. Πρὸς τὰ χρόνια.] Λύκιον καὶ μέλι ἴσα μίξας χρῶ. [κγ΄. Πρὸς φλεγμαίνοντα.] Σκωδειῶν κελύφη κόψας εἰς ὠμὴν λύσιν ἕως τρίτου μέρους, καὶ ἑψήσας ἐν γλυκεῖ κεκραμένῳ κατάπλασσε.
408
[κδ΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Μυελὸν μόσχειον χυλίσας ἔνσταζε. ἄλλο. σκωρίαν σιδήρου τρίψας ἐν τῷ ὄξει δριμυτάτῳ ἔνσταζε. [κε΄. Πρὸς χοιράδας καὶ παρωτίδας.] Χοιράδας κοινῇ μὲν θεραπείᾳ τὰ τῶν σκιῤῥῶν διαφορητικὰ διαφορέουσι· ἰδίᾳ δὲ οὕτως. ἄλευρον θερμῶν πικρῶν ἑψήσας ἐν τῷ ὀξυμέλιτι κατάπλασσε. ἄλλο. βοείαν κόπρον ἢ αἰγείαν ἐν ὄξει ἑφθὴν ἐπιτίθετι. ἄλλο. ἄσβεστον μέλιτι ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ ἀναληφθεῖσαν ἐπιτίθετι. ἄλλο. ἄλευρον ἴριδος καὶ κόπρον περιστερᾶς ἑψήσας οἴνῳ κατάπλασσε. ἄλλο. λαβὼν στέατος παλαιοῦ καὶ σπέρματος ὑοσκυάμου καὶ πίσσης καὶ ἐλαίου παλαιοῦ καὶ κόπρου ἀλεκτόριδος μελίνης τὰ ἴσα συμμίξας κατάπλασσε.

[Εὐπόριστα φάρμακα πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη.] [α΄. Πρὸς ὀφθαλμίαν ἀρχομένην.] Χυλὸν ἡδυόσμου ἔνσταζε, διαλύει γάρ· ἔστι δὲ βέλτιον τὸ περιστερᾶς αἷμα. ἄλλο. μαράθρου χυλὸν ἐκπιέσας καὶ χρῶ· παλαιὸς μέν ἐστιν ἀμείνων. αὐτὸν δὲ τῷ ὕδατι μίξας χρῶ.

409
ἄλλο. ἐκ τοῦ πηγάνου προσφάτου χυλὸν ἐκπιέσας τίθετι ἐν τῇ πυξίδι τοῦ χαλκοῦ ἐρύθρου καὶ χρῶ. ἄλλο. ἐκ κυδωνίων ἑψηθέντων καὶ ἀλφίτου καὶ οἴνου λευκοῦ κατάπλασμα ποίει. ἄλλο. φύλλα μήκωνος καὶ σιδία σὺν παιπάλῃ κριθίνῃ ἐπιτίθετι. ἄλλο. ῥόδα ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο. ἀφέψημα μελιλώτου ἔνσταζε. ἄλλο. ἐκ φύλλων κοκτόνου τετριμένων ποίει κατάπλασμα σὺν οἴνῳ καὶ ἀλεύρῳ. [β΄. Πρὸς ὄνυχα.] Ὄνυξ μὲν λέγεται ἡ ὀφθαλμοῦ νόσος, ὅταν κερατοειδὴς ποτὲ μὲν διὰ βάθος, ποτὲ δὲ ἐπιπολῆς, ὄνυχι προσεοικότος τοῦ πύου κατὰ τὸ σχῆμα, διὸ καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. πρὸς τοὺς μὲν οὖν μετρίους ὄνυχας συντέλει μελίκρατον καὶ τῆς τήλεως ὁ χυλὸς καὶ κολλούριον τὸ διὰ λιβάνου γινόμενον· πρὸς τοὺς δὲ μείζονας λαβὼν ἀλόης, σμύρνης, κρόκου ἀνὰ μέρος α΄. οἴνου μέρει γ΄. μέλιτος μέρει στ΄. λειοῦται ὁ κρόκος σὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ σμύρνα καὶ ἐπειδὰν παχυνθῇ ἐπίβαλλε τὸ μέλι καὶ ἑνώσας ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ, χρῶ 
410
δὲ δὶς τῆς ἡμέρας· ὀφθαλμὸν γὰρ ἅμα καθαίρει, σαρκὶ ἀπουλοῖ. [γ΄. Πρὸς ὑπώπια.] Σίνηπι λεῖαν κηρωτῇ ἀναλαβὼν ἐπιτίθετι. ἄλλο. ὄστρακα τῆς σηπίας λεάνας καὶ ὄξει μίξας νυκτὸς κατάχριε· ἀφαίρει γὰρ αὐτά. ἄλλο. ῥίζαν σίκυος ἀγρίου μέλιτι συμμίξας ἐπιτίθετι. [δ΄. Πρὸς τῶν ὀφθαλμῶν πελιώματα.] Ὕσσωπον τρίψας, εἰς ῥάκος ἐνδήσας καὶ εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία καὶ πελιώματα θίγε. ἄλλο. ἄλευρον ἴριδος μίξας τῷ μέλιτι καὶ κατάπλασσε. ἄλλο. κύμινον τετριμμένον συμμίξας γάλακτι γυναικείῳ ἐπιτίθετι· ἢ ὀρίγανον ἐπιτίθετι ὁμοίως. ἄλλο. εὐζώμου σπέρμα τρίψας σὺν χολῇ βοείᾳ ἐπιτίθετι. [ε΄. Πρὸς τὰ πτερύγια.] Τὸ πτερύγιον νευρώδης ἐστὶ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχή· ἐκφυομένη μὲν ἀπὸ τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης. ὅταν δὲ ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνεται·
411
τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει τὰ σμηκτικὰ δαπανᾷ, ὡς χαλκὸς κεκαυμένος ἢ χάλκανθος ἄμα χορείᾳ χολῇ. ἄλλο δραστικώτερον. χαλκάνθου μέρος α΄. κόμμεως Ἀραβικοῦ μέρος (S"). οἴνῳ ἐκλείων κατάχριε. τινὲς δὲ χολὴν αἰγὸς μέλιτι μίξαντες ἐγχρίουσιν. ἄλλο. λύκιον καὶ κύπρον καὶ σὺν ὕδατι ποίει τὸ κολλύριον καὶ ἐπίχριε. [στ΄. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λευκώματα.] Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς τὰ νεφέλια καλοῦσι, τὰς δὲ διὰ βάθους, λευκώματα. τούτων δὲ τὰ ῥυπτικά τε καὶ σμηκτικὰ λεγόμενά εἰσιν ἰάματα. τὰ μὲν οὖν νεφέλια τῆς ἀνεμώνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος. ἄλλο. ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης χυλὸν σὺν μέλιτι ἔγχριε· τὰ δὲ χρονιώτερα ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι λειούμενος ὡς κολλύριον. τὰ δὲ λευκώματα νίτρον μετὰ ἐλαίου παλαιοῦ λειωθὲν ἐπιμελῶς καὶ ἐγχρειόμενον καλῶς ἀποσμήχει. ἄλλο. ἐπιλαβὼν δρακουντίου χυλὸν καὶ μίξας μέλιτι ἀπέπτῳ ἐπίχριε. ἄλλο. χολῇ τραγείῳ κατάψηχε τὸν
412
ὀφθαλμόν. ἄλλο. τῆς σηπίας τὸ ὄστρακον καυθὲν μετὰ μέλιτος καὶ λειωθὲν ἐπιτίθετι. ἄλλο. ἐκ κόπρου τῆς σαύρας ποιήσας κολλύριον σὺν ὕδατι προστίθετι. ἄλλο. χολῇ κυνὸς θαλασσίας κατάχριε, ἢ ῥαφάνου χυλῷ ἢ χολῇ τοῦ ἀλέκτορος. ἄλλο. λαβὼν χυλὸν τῆς ῥοίας καὶ ἐν τῷ κεραμίῳ τήσας καὶ τῷ ῥακέει κατακαλύψας ἡλίαζε ἕως ἔχῃ τὸ μέλιτος πάχος, καὶ τούτῳ ἴσον τοῦ μέλιτος καὶ τήρει. πεπαλαιωμένον γάρ ἐστι δραστικώτερον· καὶ ὅταν καθευσόμενος ᾖ ὁ κάμνων, ὀφθαλμοὺς κατάχριε. ἄλλο. χολὴν λέοντος μετὰ μέλιτος ἐντίθετι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα γένηται, εἰς τὸν ὀφθαλμὸν ἡ μήτηρ τοῦ παιδίου ἀμμωνιακὸν μασησαμένη, ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλμόν· ὁμοίως χριέτω ὀφθαλμὸν καταμηνίῳ τῆς τινὸς ἐκ τῇ ἰδίᾳ συγγενείᾳ· καὶ ὁμοίως τούτου μήτηρ ἐντεμνέτω μικρὸν δάκτυλον ὃν, καὶ τῷ αἵματι ῥευθέντι τὸν ὀφθαλμὸν καταβρεχέτω. [ζ΄. Πρὸς τὰ νεφέλια καὶ ἀχλύας τῶν ὀφθαλμῶν.] Ὀφθαλμοὺς χυλῷ φύλλων τοῦ δρακοντίου κατάχριε. ἄλλο. χυλὸν τοῦ κέστρου σὺν μεμιγμένῳ οἴνῳ ἔνσταζε.
413
[η΄. Περὶ κριθῆς.] Τῷ ὕδατι ἀφεψήματος τῆς κριθῆς πυρία τοὺς ὀφθαλμοὺς, ἢ τῷ κήρῳ λευκῷ. ἄλλο. μυίας τὴν κεφαλὴν ἀπολαβὼν τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. [θ΄. Πρὸς μαδάρωσιν.] Μαδάρωσις καὶ μίλφωσις τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις. θεραπεύονται δὲ τούτοις. προσλάμβανε πυρήνων τῶν φοινίκων κεκαυμένων δραχ. γ΄. στάχυος δραχ. β΄. τρίψας χρῶ. ἄλλο. στίμμεως κεκαυμένης πεπέρεως ἀνὰ δραχ. α΄. ναρδοστάχυος δραχ. γ΄. [ι΄. Ἄλλο ποιέον πρὸς ἀπόπτωσιν τριχῶν τῶν βλεφάρων.] Λεπτοκάρυα συγκαύσας καὶ μίξας στέατι ἀρκτείῳ ἢ αἰγὸς κατάχριε. [ια΄. Ἄλλο καὶ τὸ συμφέρον πρὸς ἀλωπεκίαν τοῦ πώγωνος.] Ὑοσκυάμου δραχ. β΄. μυοκόου δραχ. α΄. πολυτρίχου δραχ. β΄. ἐλαίου ἰρίνου κυάθους δ΄. τρίψας καὶ διαμίξας ἐλαίῳ καὶ προπυριάσας ἐπίχριε. ἄλλο. ὄφεος γῆρας συγκαύσας ἐπίπασσε· γένεσιν γὰρ τῶν τριχῶν ποιεῖ. ἢ μελανθίου τρίψας καὶ ποίει ὁμοίως.
414
[ιβ΄. Πρὸς τὴν τῶν ὀφρύων τριχίασιν.] Ὀρίγανον συγκαύσας καὶ τρίψας προεκτίλας τρίχας ἐπιτίθετι. ἄλλο. σαῦραν χλωρὰν ἐν ἐλαίῳ ἑψήσας καὶ τρίχας προεκτίλας τόπον κατάχριε. ἄλλο. χαμαιλέοντος λευκοῦ ἢ τῆς χαμελαίας ῥίζαν διαμίξας τῷ αἵματι τοῦ βατραχίου τόπον κατάχριε. [ιγ΄. Πρὸς γλαυκοφθάλμους ὥστε μέλανας ἔχειν τὰς κόρας.] Τὰς γλαυκοφθάλμους γυναῖκας ποιεῖ ὑοσκυάμου τὸ κυανοῦν ἄνθος ξηραινόμενον ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως οἴνῳ αὐστηρῷ μεμιγμένον καὶ καταχρισθέν. [ιδ΄. Πρὸς ὑποχύματα.] Θηριακὴν τὴν ἐξ ἔχεων παρασκευαζομένην τῷ μέλιτι διαμίξας ἄνευ καπνοῦ ἐπιτίθετι. συμφέρουσι καὶ οἱ ἀποφλεγματισμοὶ καὶ κάθαρσις σὺν ἱερᾷ καὶ πυρία σὺν ἀφεψήματι τοῦ μαράθρου καὶ σαγαπηνοῦ καὶ ἑλλέβορος λευκὸς σὺν μέλιτι παρατεθειμένος, ἢ τὸ μέλι σὺν χυλῷ τοῦ μαράθρου. [ιε΄. Πρὸς τοὺς αἰγίλωπας.] Ὁ μὲν αἰγίλωψ ἀπόστημά ἐστι σμικρὸν μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς ῥινὸς, καὶ εἰ ἀμεληθείη συριγγούμενον ἕως ὀστέου, πρινὴ δὲ 
415
εἰς ἕλκος ἐκραγῇ τὸ ἀπόστημα, ἀνχίλωψ καλῶ. ποιεῖ καὶ γλαύκιον καὶ κρόκος ἅμα χυλῷ περδικιάδος ἐπιτιθέμενα· συνεχῶς δὲ ἀλλάσσειν χρή. ἄλλο. κοχλίους μετὰ τῶν ὀστράκων λειώσας ἐπίθες· ἔνιοι δὲ μιγνῦσι καὶ ἀλόην ἢ σμύρνην. ἄλλο. χολὴν χοιρίαν ξηράνας ἐπίθες. ἄλλο. ἐκ περδικιάδος τὸ κατάπλασμα ποίει. ἄλλο. ἐξ αἰγίλωπος βοτανίου κατάπλασμα ἐπίθες. ἄλλο. ἀνδράχνην ἀγρίαν καὶ λίβανον ἐπίθες. ταῦτα δὲ προμασσάου προμασσήση νῆστις. ἄλλο. κράνιον ἀνθρώπινον τρίψας ἐπιτίθετι. [ισ΄. Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγου καῦσον καὶ τῷ ἀποῤῥέοντι ἰχῶρι ὀφθαλμὸν ἔγχριε. ὠφελεῖ γὰρ ὁ δωδεκάκις καταχρισθείς. [ιζ΄. Πρὸς τοὺς ἐν βλεφάροις φθεῖρας.] Θαλάσσῳ τῷ ὕδατι χλιαρῷ πυρία.

[Πρὸς τὰ μυκτήρων πάθη εὐπόριστα.] [α΄. Πρὸς πολύποδας καὶ ὀζαίνας.] Χάλκανθον τρίψας σὺν ὄξει ἐπίθες· ἢ χάλκανθον ἀναλαμβανομένην μέλιτι ἑφθῷ ἐπίθες. ἄλλο. σιδίων δραχ. ιστ΄. χολῆς ταύρου, ἀμώμου,

416
σμύρνης, καλαμίνθης, πρασίου, ἀνὰ δραχ. η΄. κρόκου δραχ. β΄. ἐλλεβόρου λευκοῦ δραχ. β΄. χρῶ ξηρῷ. [β΄. Πρὸς δυσωδίαν μυκτήρων.] Ἀμώμου, σμύρνης, κασίας, ῥόδων ξηρῶν ἑκάστου τὸ ἴσον μέρος κόψας καὶ μετὰ νάρδου μύρου ἀνέσας κατάχριε· συμφέρει δὲ καὶ κατάχρισις σὺν ἡδυχρόῳ μαλάγματι. [γ΄. Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] Λιθαργύρου δραχ. δ΄. πηγάνου νεαροῦ δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ἐλαίῳ μυρσυνίνῳ καὶ ὄξει διάκλυζε. ἄλλο. ψιμυθίου δραχ. α΄. λιθαργύρου δραχ. γ΄. σκωρίας μολίβδου ἢ μολίβδου κεκαυμένου δραχ. γ΄. πάντα δὲ πεπλυμένα καὶ ἀναλαμβανέσθω ἐλαίῳ μυρσυνίνῳ. [δ΄. Πρὸς τὸ ἐφέλκειν αἷμα ἀπὸ μυκτήρων.] Ἀγρώστεως ἄνθος ἐντίθετι. ἄλλο. ἐρυθρόδανον τρίψας σὺν ἐλαίῳ ἀναλαβὼν τὰς μυκτῆρας κατάχριε. [ε΄. Πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Κέλυφος ὠοῦ συγκαύσας καὶ λαβὼν μέρος α΄. καὶ κηκίδος μέρος ἥμισυ καὶ ἐμφύσα. ἄλλο. λύκιον ἐπίθες. ἄλλο. ὀνείαν κόπρον καύσας ἐμφύσα τὴν σποδόν· ἢ χυλὸν ἐκπιέσας ἔνσταζε.
417
ἄλλο. λίθον μυλίτην πυρώσας σβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶ τὴν ἀτμίδα, καὶ στήσεται. ἄλλο. λίβανον καὶ τὴν ἀλόην ὠοῦ τῷ λευκῷ ἀναλαβὼν καὶ ποίει τὸν μοτὸν καὶ ἐπιτίθετι, προστίσας τὰς τοῦ λαγόου τρίχας. ἄλλο. σικύαν εὐμεγέθη πρόσβαλλε τῷ ὑποχονδρίῳ κατ᾿ ἴξιν τῆς ῥινὸς πασχούσης· χρηστέον δὲ τοῖς στύφουσί τε καὶ τοῖς τὴν αἱμοῤῥαγίας ὁρμὴν κωλύουσι. [στ΄. Πρὸς μυκτῆρας ἡλκωμένους καὶ πολύποδας καὶ ὀζαίνας.] Ἀφρονίτρῳ παράπτου διαστέλλων τοὺς μυκτῆρας· καὶ πρὸς εὐωδίαν λευκοίου ἄνθους μήπω ἐκπεπτωκότος τοῦ βλαστοῦ ἐπιμύων, τρίβων τε μεθ᾿ ὕδατος, πάχος ποιῶν μέλιτος ἀφάπτου τῶν ἡλκωμένων. ἄλλο. ἴον ἑφθὸν μετὰ μέλιτος παράπτου. [ζ΄. Πρὸς τὰς ἐνδοτέρω φλεγμονάς.] Στέαρ χήνειον χυλῷ πράσου καὶ στρύχνου διεὶς ἴσον διάχριε τῆς ἡμέρας. [η΄. Πρὸς τὰ ἐν μυκτῆρσι ἕλκη σκληρώδη.] Μόλιβδον λεάνας ἐπίχεε οἶνον ἀπαράχυτον καὶ μυρσινελαίου τὸ
418
ἀρκοῦν, ἵνα ἔχῃ μέλιτος πάχος. ἄλλο. λεπίδα ἑψήσας μετὰ μέλιτος χρῶ. [θ΄. Αἷμα ἀπὸ μυκτήρων ἀποσπᾶσαι.] Ἡδύοσμον ἀναλαβὼν μέλιτι καὶ κολλύρια ποιήσας θὲς εἰς τοὺς μυκτῆρας. [ι΄. Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμοῤῥαγοῦντας.] πήγανον τρίψας ἀναλάμβανε ἐλαίῳ καὶ εἰς τοὺς μυκτῆρας ἐπιτίθει. ἄλλο. κόμμι καὶ λιβανωτὸν λεάνας καὶ δεύσας ἐν ὄξει τίθει. ἄλλο. σποδὸν κυπρίαν μετὰ πράσου χυλοῦ δεύσας χρῶ. ἄλλο. σπόγγον κεκαυμένον μετὰ πίσσης ξηρῷ χρῶ. ἄλλο. ὀξυσχοίνου ἄνθος ἐντίθει τοῖς μυκτῆρσιν. [ια΄. Πρὸς τὰς ἀκαταχέτους αἱμοῤῥαγίας καὶ μάλιστα ὅταν χρονίως πυρέξαντες αἱμοῤῥαγῶσιν.] Πυρίον ἐντίθει ὁτὲ μὲν ξηρὸν, ὁτὲ δὲ κολλύριον ποιῶν ἰσομέγεθος τοῖς μυκτῆρσι καὶ οὕτως ἐπιτίθει· κατάπλασσε τούτοις καὶ τοὺς μυκτῆρας καὶ τὰς παρειὰς καὶ τὸ μέτωπον. ἄλλο. διφρυγὲς καύσας καὶ λειοτριβήσας μετὰ ὄξους κατάπλασσε. ἄλλο. ἔριον βρέξας εἰς τὸ λευκὸν τοῦ ὠοῦ ἐντίθει. ἄλλο. πολυγόνου
419
χυλῷ βρέχων ἔριον ἐπιτίθει· ἢ στρύχνου χυλῷ. ἄλλο. πήγανον τρίψας λεῖον μετ᾿ ὄξους κατάπλασσε καὶ ἐπιθυμία· δεῖ δὲ χρῆσθαι τοῖς δυναμένοις ἐπιστύφειν καὶ ἐπουλεῖν τὴν φορὰν τοῦ αἵματος, τοιούτοις οὖσιν, οἷον κώνιον ὑποθυμία τοῖς μυκτῆρσι καὶ τὴν ἀποφορὰν ἕλκε· προσπιέζειν δὲ καὶ τοῖς δακτύλοις τοὺς μυκτῆρας. μύε δὲ τὰς ἀκοὰς κηρωτῇ ἢ ἄλλῳ τινὶ ἐπιμελῶς. ἢ καὶ τὴν ἀκροποσθίαν ἐπιδεσμεῖν παπυρίῳ, ἐπὶ δὲ γυναικῶν θηλὴν τοῦ μαζοῦ ὁμοίως. χρῆσθαι δὲ καὶ τοῖς ψύχειν δυναμένοις κατὰ τοῦ μετώπου καὶ τῆς κεφαλῆς. εὔθετον δὲ σικύαν τῇ κεφαλῇ προσάγειν ἢ καὶ τὴν ἐν μετώπῳ φλέβα λύειν. ποιοῦσι δὲ καὶ οἱ πταρμοὶ πολλάκις στῆναι· ἢ βούγλωσσον τὴν βοτάνην ὁμοίως ἢ ὀνίδα δεύσας ἐν ὄξει προστίθει τοῖς μυκτῆρσιν. [ιβ΄. Πρὸς τοὺς ῥέγχοντας.] Ἄνηθον ὑποτίθει ὑπὸ τὴν κεφαλὴν μὴ γινώσκοντος, ποιεῖ δὲ τοῦτο καὶ πρὸς τοὺς ἐκ σκιμπόδων ἐξαλλομένους. [ιγ΄. Πρὸς στίγμα καὶ αἶραν χωρὶς οὐλῆς καὶ ἕλκους.] 
420
Ἀποσμήξας τὸν τόπον νίτρῳ ῥητίνῃ | τερεβινθίνῃ κατάπλασσε καὶ ἔασον ἡμέρας ε΄. καὶ οὕτως λύσας κατακέντησον τὰ στίγματα γραφείῳ, ἔπειτα λιβάνῳ χρῶ μετὰ νίτρου καὶ μετὰ μέλιτος ἴσον ἑκάστου κατάπλασσε, ὡς πάχος κηρωτῆς ὑγρᾶς, λῦε δὲ καὶ κατάντλει. ἄλλο. ἑλλέβορον λεῖον μετ᾿ ἄρτου κατάπλασσε ἢ ὀξύγαλα καθ᾿ ἑαυτὸ κατάπλασσε. ἄλλο. συκῆς φλοιὸν λεῖον κατάπλασσε. ἄλλο. σταφίδα ἀγρίαν κατάπλασσε.

[α΄. Πρὸς ἀλφοὺς καὶ ἔφηλιν καὶ φακοὺς καὶ τὰ τοιαῦτα προσώπου πάθη.] Σικύου ἀγρίου ῥίζης χυλοῦ κεκομμένου καὶ σεσησμένου σμῆχε τὸ πρόσωπον. ἄλλο. ἀλκυόνιον μετὰ οἴνου τρίψας κατάπλασσε. ἄλλο. ἀγρίαν ἄμπελον κόψας μετὰ οἴνου Αἰγυπτίου κατάχριε λειοτριβήσας. ἄλλο. εὐζώμου ἀγρίου ῥίζαν τρίψας καὶ ἀναλαβὼν χολῇ προβατείᾳ κατάχριε τὸ πρόσωπον νίτρῳ. ἄλλο. ἐλατήριον λειοτριβήσας μετὰ ὄξους καὶ ποιήσας μέλιτος πάχος, κατάχριε, μετὰ κηρωτῆς μίξας. ἄλλο. κιννάβαρι μετὰ μέλιτος χρῖε τὸ πρόσωπον. ἄλλο. κάγχρυος σπέρμα λειώσας

421
αὐτοὺς τοὺς φακοὺς κατάχριε καὶ ὅταν ξηρανθῇ, ἔκκλυζε. ἄλλο. σικύου ἀγρίου τὴν ῥίζαν καὶ συκῆς τοὺς ἀκρέμονας ἕψει ἐν ὄξει καὶ λείοις κατάπλασσε. ἄλλο. κοτυληδόνος ῥίζας λειώσας μετὰ μέλιτος κατάχριε τὸ πρόσωπον. ἄλλο. ἐρυθρόδανον ποιεῖ πρὸς ἔφηλιν καὶ ἀλφοὺς ἤγουν κόψας μετὰ ἐλαίου κατάχριε. ἄλλο. ζόγχον πικρὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. ἀνήθου σπέρμα τρίψας μετὰ οἴνου παλαιοῦ καὶ ποιῶν μέλιτος πάχος ἐπίχριε τὸ πρόσωπον καὶ ἐννυκτέρευε· πρωῒ δι᾿ ἑτέρων μεμασημένου δὲ αὐτοῦ πρὸς ἔφηλιν καὶ φακούς. ἄλλο. τῷ λευκῷ ἴῳ μετὰ ὕδατος κατάχριε. ἄλλο. ἀφρόνιτρον λειώσας μετὰ κηρωτῆς ἐσκευασμένης διὰ κηροῦ Τυῤῥηνικοῦ κατάχριε τὸ πρόσωπον. [β΄. Πρὸς ἀλφοὺς καὶ χρῶμα λευκόν.] Ἀλκυόνιον καύσας μῖξον μέλιτι καὶ κατάχριε καὶ ἀλεύρῳ μίξας ὀροβίνῳ καὶ σιτίνῳ σμηχέσθω θερμῷ ὡς τὰ μάλιστα. ἄλλο. ἀμύγδαλα πικρὰ λελεπισμένα ὄξει δριμεῖ ἀναλαβὼν κατάπλασσε.
422
ἄλλο. ὠκίμου σπέρμα τρίψας μετ᾿ ὀρνιθείου στέατος ἢ χηνείου κατάχριε. ἄλλο. τῆλιν μετ᾿ ὄξους λείαν κατάχριε, ἀφίστησι λεπίδας. [γ΄. Πρὸς ἔφηλιν καὶ φακούς.] Σμύρναν καὶ κρόκον μεθ᾿ ὕδατος λεάνας κατάχριε. ἄλλο. πορφύρας ἢ κήρυκας λαβὼν εἰς πολταρίδιον δὸς εἰς κάμινον ὀπτηθῆναι καὶ λειάνας μετὰ μέλιτος χρῶ. [δ΄. Ποιοῦν λευκὸν καὶ τεταμένον τὸ πρόσωπον.] Σικύου ἀγρίου τὰς ῥίζας τεμὼν ψῦξον καὶ ἑψήσας δι᾿ ὕδατος τρῖψον λεῖον κατάπλασσε. [ε΄. Στίλβον ποιοῦν τὸ πρόσωπον.] Ὀρόβους οἴνῳ εὐώδει λειώσας κατάπλασσε. ἄλλο. σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε τὸ ὑγρὸν καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκὸν, ποιῶν μέλιτος πάχος, καὶ τούτῳ χρίων τὸ πρόσωπον ἐλαίῳ διάτριβε. ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος ψυχρῷ πρόσκλυζε πολλῷ, ὥστε εὔχρουν ποιεῖν εἰς μίαν ἡμέραν. φῦκος ἑψήσας ἔμβαλλε στυπτηρίαν ὀλίγην, εἶτα κονίαν προσμίξας, τρίψας χρῶ, πολλῷ χριόμενος ἐλαίῳ, ὥστε εὔχρουν τὸ πρόσωπον καὶ τὸ χρῶμα ποιῆσαι
423
ἡδὺ ὄζον. πελεκήματι κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ ζέσας ἄλειφε ὅλον τὸ σῶμα. ἄλλο. λιβανωτὸν καὶ παιδέρωτα ἴσα μίξας μετὰ μέλιτος τρίψας χρῖε τὸ πρόσωπον καὶ ἔα δι᾿ ὅλης ἡμέρας, εἶτα ἀπόκλυζε. ἄλλο. λίνου μίξας τρύγα σύγχριε εἰς τὸν ἥλιον, μέλλων πορεύεσθαι προεκνιτρώσας τὸ σῶμα. [στ΄. Πρὸς τὸ μὴ ὑπὸ ἡλίου ὑποκαίεσθαι, ἀλλὰ καὶ τὴν ἐκκαυθεῖσαν ὄψιν ἰάσασθαι.] Βολβὸν λευκὸν λεῖον μετὰ μέλιτος κατάχριε. ἐὰν οἰδῇ τὸ πρόσωπον χωρὶς φλεγμονῆς, γῆν μέλαιναν τρίψας δι᾿ ὕδατος κατάχριε. ἄλλο. ἀλκυόνιον μετὰ νάρδου Κελτικῆς λείοις ἅμα. [ζ΄. Πρὸς φύγεθλον καὶ φακούς.] Δρακοντίου ῥίζαν σὺν μέλιτι κατάπλασσε. ἢ μελάνθιον σὺν ὄξει· ἢ πενταφύλλου σπέρμα. [η΄. Πρὸς ποιεῖν τὸ πρόσωπον ἐρυθραῖον.] Ἐρυθρόδανον τρίψας καὶ διαμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βυλβὸν πικρὸν τρίψας καὶ μίξας ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν
424
κρόκου, ἐρεβίνθου, λιβάνου, σμύρνης, ἐρυθροδάνου ῥίζης ἀνὰ δραχ. β΄. ἀναλάμβανε στέατι μοσχίῳ καὶ μαστιχίνῳ ἐλαίῳ, εἶτα ἐπίχριε· καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ.

[Πρὸς τὰ κατὰ στόμα πάθη καὶ πρῶτον πρὸς τὰ χείλη κατεῤῥωγότα.] Κηκίδα ὀμφακίνην λείαν ἀναλάμβανε καὶ ῥητίνην τερεβινθίνην σὺν ὑσσώπῳ καὶ μέλιτι καὶ ἐπίχριε. [β΄. Πρὸς τὰς βαθυτέρας ἐπιῤῥήξεις.] Ἐνάλειφε αἰγείῳ τεθεραπευμένῳ λίπει. ἄλλο. στέαρ χήνειον, μετὰ μέλιτος τερεβινθίνης ἴσα, ῥόδων ἄνθους, ὑσσώπου ξηροῦ, μαστίχης γένηται ἔνχρισις. [γ΄. Πρὸς τὸ εὐωδεῖν τὸ στόμα.] Ἶριν ἀποβρέξας οἴνῳ παλαιῷ εὐώδει διακλύζου συνεχῶς, κατέχων ὀλίγον ἐν τῷ στόματι χρόνον. ἄλλο. ἕρπυλλον ἀποβρέχων οἴνῳ διακλύζου ἐπ᾿ ὀλίγον. [δ΄. Πρὸς δυσφόρους ὀσμὰς χωρὶς ἑλκῶν γινομένας.] Τινὲς ἀκράτῳ διακλύζονται μετὰ σμύρνης· καὶ τοῦ σχοίνου δὲ ἄνθος λεάναντες παρατρίβουσι τὰ αὐτὰ καὶ κιμωλίαν 

425
ποιήσαντες μεθ᾿ ἁλὸς παρατρίβουσιν, ὁμοίως καὶ μαρμάρῳ ὀπτῷ μετ᾿ ἀνίσου. ὁμοίως δὲ καὶ κριθὰς μετὰ ἁλὸς καὶ μέλιτος. τινὲς δὲ καὶ ὀθόνιον καίουσι καὶ οἴνῳ ἐμβάλλουσι καὶ οὕτω λείῳ χρῶνται καὶ κισσήρει καὶ νάρδῳ καὶ σμύρνῃ μετὰ μέλιτος. καὶ σεμίδαλιν καὶ ἶριν μέλιτι μίξαντες καίουσι καὶ τούτῳ χρῶνται. καὶ τῶν ὀστρέων τῇ πορφύρᾳ καὶ κήρυκι καὶ σμύρνῃ καὶ ὅταν πρὸς κοίτην ἀπέρχωνται, ὄξει δριμεῖ διακλύζονται. διαμασῶνται δέ τινες καὶ τὰ τῆς πίτυος φύλλα, ὅταν ἐκπορεύωνται. καὶ ὕδατι διακλύζονται. τινὲς δὲ καὶ ἄνισον διαμασῶνται ἢ γλυκύῤῥιζον ἢ ἶριν ἤ τι τοιοῦτον ἐκπορευόμενοι. [ε΄. Πρὸς τὰ ἐν τῷ στόματι ἕλκη καὶ σηπεδόνας.] Μελαντηρία κεκομμένη ὠφελεῖ. ποιεῖ πρὸς ταῦτα καὶ τὸ ὀμφάκινον κατ᾿ ἰδίαν καὶ μετὰ μέλιτος πινόμενον. ποιεῖ δὲ καὶ ἡ γλαύκουρις. θλασθεῖσα μετὰ μέλιτος καὶ ὕδατος ἴσου διδομένου τοῦ χυλοῦ ἀναγαργαριζέσθω. [στ΄. Πρὸς αἱμοῤῥαγίαν ἐκ τοῦ στόματος.] Συγκλύζηται τὸ στόμα ἀφεψήματι τῶν ῥόδων ἐν ὀξυκράτῳ, ὅταν
426
καταψυχθῇ καὶ καταπίνηται. ἄλλο. γαργαριζέτω ὁ πάσχων καὶ συγκλυζέτω τὸ στόμα ἑψήματι τῶν ῥόδων ψυχρῷ, ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδωνίων ἢ ῥόδων ἢ γιγάρτων ἢ ῥοιᾶς. ἄλλο. σπέρμα ῥόδου σὺν μαστίχῃ δίδου σὺν οἴνῳ στυπτικῷ πίνειν ἢ σὺν οἴνῳ ἑψήματος τῆς βάτου ἢ ῥόδων. [ζ΄. Πρὸς τὰ τοῦ στόματος ἕλκη.] Κηκίδα ἐν τῷ οἴνῳ ἑψήσας σύγκλυζε τὸ στόμα, ἔπειτα προστίθετι κηκίδα τετριμμένην τὴν σὺν μέλιτι διαμεμιγμένην ἢ τὸ ῥόδων ἄνθος· σύγκλυζε καὶ στόμα ἑψήματι τῶν τῆς ἐλαίας φύλλων.

[α΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας καὶ τὰ πάθη αὐτῶν.] Χρῶνται δὲ καὶ ὀδοντοτρίμμασι τοιούτοις τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ ὀδόντας λευκαίνουσι καὶ στεροῦσι, γῆν ἐρετριάδα καύσαντες καὶ λειώσαντες χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς. ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος κεφαλὴν καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ σηπίας ὀστράκοις λείοις χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας

427
καὶ λειώσας χρῶ. τοῦτο καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶται καὶ μετὰ ῥοδίνου χριόμενον κεφαλαλγίας παύει. ἄλλο. γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ αὐτὰ λείοις χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ. ἄλλο. κριθὰς ὀπτήσας μεθ᾿ ἁλὸς λείοις χρῶ. [β΄. Διάκλυσμα πρὸς ἕλκη καὶ ὀδόντας σειομένους καὶ ἀστατοῦντας.] Ἀλυκακάβου ῥίζαν καθεψήσας μετὰ σιδίων λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ περιστερεῶνος βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον ἢ πολίου ῥίζαν λειώσας κατάχριε. [γ΄. Πρὸς κινουμένους ὀδόντας.] Ὄνου χηλήνιον καύσας τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν κυκλίσκια ἀπόθου καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου διακλύζεσθαι, παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο. χαμαιλέων μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας παύει παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμοτέρως καὶ ἄπονος ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ
428
σμύρναν μετ᾿ οἴνου λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥίζαν ἑψήσας μετ᾿ ὄξους ἢ οἴνου ἢ ὀξυκράτου δίδου διακλύζεσθαι. ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου διακλύζεσθαι, καὶ ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα διὰ οἴνου καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόντες, κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο. μύλη ἐὰν ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου καὶ ἄπονος ἔσται. δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς ὀδόντας, περδικίου τῆς βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ βαλανεῖον, καὶ διακρατείτω τὴν μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα διαμασηθεῖσα αὐθήμερον τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος ῥίζα διαμασηθεῖσα παύει τὸν πόνον. [δ΄. Ὑποθυμίαμα τοῖς ἀλγοῦσιν ὀδοῦσιν.] Ἀλκυόνιον ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται. ἄλλο. ὑοσκυάμου σπέρμα ὑποθυμιασθὲν ἄπονον ποιεῖ. [ε΄. Πρὸς εὐωδίαν ὀδόντων.] Κιμωλίαν μεθ᾿ ἁλὸς
429
διάτριβε, χρίσας τοὺς ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα γὰρ τῷ καίεσθαι στερεοῦται. [στ΄. Πρὸς βεβρωμένους ὀδόντας.] Πρὸς τοὺς δὲ βεβρωμένους ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον χαλκάνθῳ ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς σησαμοειδῆ μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ παραχρῆμα ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ ταύρου ἡσύχως πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα ἅμα τῇ θίξει ἄπονον ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ βεβρωμένῃ μύλῃ ποιεῖ καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει δὲ καὶ πάντα τρόπον ἐπιχριομένη. [ζ΄. Πρὸς κινουμένους ὀδόντας.] Τὸ τῆς χελώνης αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο. ἀλκυόνιον Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν κίνησιν. 
430
[η΄. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας.] Κοράλλιον ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον. [θ΄. Πρὸς αἱμωδίαν.] Ἄῤῥωστος διαμασαέσθω| τὴν ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει παρατριβέσθω ἢ ἀμόργῃ ἐν χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ γὰρ παλαιωθεῖσα διαχριομένη πάνυ ποιεῖ. [ι΄. Χωρὶς σιδήρου ἀπόνως ἆραι ὀδόντας.] Περιπλάσας ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα περίχυσον αὐτὸν σαύρας αἵματι, καὶ ἐκπεσεῖται. [ια΄. Ὥστε αὐτόματον ἐκεπεσεῖν.] Πύρεθρον ἐν ὄξει φυράσας καὶ ταριχεύσας ἐπὶ ἡμέρας λ΄. ἐν τούτῳ περίπλασσε τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν τὴν βοτάνην ἐν ὄξει τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα κάμπαις ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ δὲ τοὺς κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ. ἄλλο. σανδαράχην ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηρανθῆναι
431
καὶ χρῶ ξηρῷ αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ κολοκυνθίδος ἀγρίας ἐντίθει ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου ῥίζαν ξηράνας ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ μετ᾿ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ τῆς Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος ὀδόντος. ἄλλο. σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ κόψας ἀπόθου. ὅταν περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ μετ᾿ ὀλίγον ἕλκε καὶ ἀκολουθήσει. ἄλλο. κόκκους κνίδης μίξας μετὰ χαλβάνης περίπλασσε τῷ πάσχοντι, καὶ παραχρῆμα πεσεῖται. [ιβ΄. Ἀπόνως ἆραι ὀδόντας.] Ἡ τῆς ξανθοῦ βοτάνης ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα αἴρει τοῖς δακτύλοις. [ιγ΄. Ὥστε τοῖς δακτύλοις αἴρειν.] Κολοκυνθίδας ἀγρίας κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν μέλιτος, καὶ ἀπόβαπτε εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον περιχάρασσε·
432
καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ᾿ ὀλίγον. εἶτα ἐπιλαμβανόμενος τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολουθεῖ. ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω κισσοῦ φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται. [ιδ΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας.] Τὸ νίτρον, σηπίας ὄστρακον καὶ φοινίκων ὀστοῦν τρίψας χρῶ. ἄλλο καλόν. κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ, σηπίας ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ. [ιε΄. Πρὸς ὀδονταλγίαν.] Σκινελαίῳ μὴ παλαιῷ ὀδόντας σύγκλυζε. ἄλλο. συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγάνου φύλλοις ἐν ὀξυμέλιτι ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει πύρεθρον καὶ ὕσσωπον. χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν.

[Πρὸς τὰ τῶν οὔλων πάθη.] [α΄. Πρὸς διαβεβρωμένα οὔλη.] Ῥόδων ἄνθους δραχ. η΄. κηκίδων δραχ. δ΄. σμύρνης δραχ. β΄. καὶ μίξας πρόσθες. ἄλλο. γάλακτι ὀνίῳ τὰ οὔλη διάκλυζε. ἄλλο. ἐλαίας φύλλων ἀφεψήματι

433
στόμα διάκλυζε. ἄλλο. ὄξει σκιλλιτικῷ οὔλη ἔκκλυζε. ἄλλο. ἰὸν σιδήρου καὶ βαλαύστια ξηρὰ προσθές. [β΄. Πρὸς τὰ οὔλη οἰδοῦντα καὶ ἐκσαρκοῦντα.] Ὠφελεῖ ἀνδράχνης χυλὸς διαβρατούμενος ἢ ἅλμη κολυμβάδων ἐλαιῶν, ἢ ἔλαιον θερμὸν ὠμοτριβὲς, ἢ σχίνινον, ἢ ἀμόργη. ξηρὰ δὲ προσαπτόμενα συμφέρουσι, ἰὸς σιδήρου ἢ χαλκοῦ, ἀριστολοχίας ῥίζα, ἀρνογλώσσου σπέρμα, διφρυγὲς, χάλκανθος ὀπτὴ, κύτινοι. [γ΄. Πρὸς παρουλίδας.] Ἀφεψήματι φύλλων ἐλαίας διάκλυζε καὶ προσθὲς κηκίδα. ἄλλο. ἕψε ἐν ἑψήματι φύλλα ἐλαίας καὶ κηκίδα. [δ΄. Πρὸς οὖλα ἀπομελανθέντα καὶ σαπρά.] Ποιεῖ τρίψις ἐξ οἴνου τρυγὸς κεκαυμένης· ῥύπτει γὰρ, καθαρίζει καὶ ἀπολευκαίνει. [ε΄. Πρὸς αἱμασσόμενα οὖλα.] Ποιεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις ἐκ τῆς κεφαλικῆς καὶ ὁ τῶν οὔλων σχασμός· ποιεῖ καὶ ὑοσκυάμου φύλλων χυλὸς ἢ τὸ αὐτοῦ ἀφέψημα σὺν
434
ἑψήματι ἢ στάγματι θερμὸν διακρατούμενον ἐν τῷ στόματι. ἄλλο. σχίνου ἀκρεμόνας καὶ τὰ βαλαύστια ἑψήσας ἐν ὀξυκράτῳ σύγκλυζε. ἄλλο. ῥίζαν βάτου ἑψήσας ἐν οἴνῳ τὸ στόμα σύγκλυζε· ἢ ῥοῦν καὶ κηκίδα ἐν οἴνῳ ἑψήσας ὁμοίως χρῶ.

[Πρὸς κιονίδας.] Κηκίδα λείαν καθ᾿ αὑτὴν προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿ ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην ἐπ᾿ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο. βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς. [Καυστικὸν κιονίδος.] Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν 

435
ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς. [Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευαζέσθω γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου, ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν
436
μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα, σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας τρίψας σὺν μέλιτι κατάπλασσε.