De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Προσεπιδήσαντες τῷ χιαστῷ θώρακι ἑξῆς διὰ στενοῦ τελαμῶνος μίαν ἢ καὶ δευτέραν ἐγκύκλιον περιειλεῖτε κατὰ στέρνου καὶ μεταφρένου καὶ τὸ πέρας ἀγκτῆρι καταλαβοῦ.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ καταφράκτης. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ μεταφρένου τὸ σπείραμα λοξῶς ἐπ’ ὠμοπλάτην ἀκρώμιον, ὑπὸ μασχάλην, εἶτ’ ἐπ’

820
ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ λοξὴ κατὰ μαστοὺς ἐπ’ ὀμφαλὸν, ἀπ’ ὀμφαλοῦ κλάσαντες ἄγομεν ἐπὶ μαστὸν ἀντικείμενον λοξὴν ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι, εἶτ’ ἐπὶ μετάφρενον, εἶτ’ ἐν ἐπικυκλίοις περὶ τὰς πλευρὰς, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.