De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ μασχαλιστήρ. ἐπιτελεῖται δὲ οὕτως· ἐπικλείσαντες τὸν ἀπὸ δύο ἀρχῶν καταφράκτην, μετὰ πολλὰς ἐγκυκλίους περιβάλλειν ἐπινεμήσεις τῷ θώρακι, ὥστε σκεπάσαι μέχρις ὀμφαλοῦ, τότε τὰς ἀρχὰς πρὸς ἀλλήλας ἁμματίζομεν τὸν λύκον ποιοῦντες βρόχον, ἀπάγοντές τε τὰ λειπόμενα τῶν ἀρχῶν ἐπὶ δεξιὰν καὶ ἀριστερὰν λαγόνα ὑποβύομεν ταῖς ἐγκυκλίοις ἐπινεμήσεσι τὰ πέρατα ἐῶντες κρεμάσθαι ὡσανεὶ τετραδακτυλιαῖα τὸ μῆκος ὄντα, ἵνα αὐτῶν ἡ ὄψις ὡσανεὶ θώρακος κροσσοὶ γίνωνται.
Ἀρχὴ κατὰ λαγόνος δεξιᾶς. τὸ δὲ ἅμμα λοξῶς ἐπὶ πλευρὰς, στέρνον, ὦμον· εἶθ’ ὑπὸ ὦμον, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται, εἶτα λοξὴ κατὰ μεταφρένου ἐπὶ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, εἶτ’ ἐγκύκλιοι περὶ γαστέρα ἐπὶ λαγόνα ἀριστερὰν, κἀκεῖθεν λοξὴ κατὰ μεταφρένου· ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ ἐπ’ ὦμον δεξιὸν, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται καὶ λοξὴ κατὰ στέρνου καὶ πλευρὰς ἐπὶ λαγόνα ἀριστερὰν, εἶτ’ ἐγκύκλιος, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν εἰς τὸ σκεπάσαι πάντα τὰ δεόμενα τῆς ἐπιδέσεως.