De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἁρμόζει μὲν ἐφ’ ὧν μετάφρενον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος ὡς ἀριστερᾶς τὸ εἴλημα κατὰ μεταφρένου ἐπὶ δεξιὸν ὦμον καὶ ἐπὶ μασχάλην, ἀπὸ μασχάλης ἐπ’ ὠμοπλάτην ἀριστεράν· εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἀπ’ ὤμου λοξὴ κατὰ μεταφρένου ἀντικειμένη τῇ πρώτῃ· εἶτ’ ἐγκύκλιος περὶ τὰς λαγόνας μιᾷ καὶ δευτέρᾳ καὶ τὸ πέρας προσλαμβάνει ἡ αὐτὴ, ἣ καὶ ἐμπροσθοφανὴς εἶναι δύναται καὶ ἄν τις τὰς αὐτὰς ἐπινεμήσεις μὴ ὄπισθεν, ἀλλ’ ἔμπροσθεν τάξῃ.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ πρὸ αὐτῆς. τελαμῶνα οὖν λαβόντες σύμμετρον μήκει καὶ πλάτει κατὰ τὴν μεσότητα σχίζομεν, ὥστε τὴν κεφαλὴν διελθεῖν. τὰ δὲ πέρατα παρίεμεν, ὁ μὲν κατὰ νώτου, ὁ δὲ κατ’

821
ἐπιγαστρίου ἐπιπλέκομέν τε τὸν χιαστὸν καλούμενον θώρακα, τὰ δὲ πέρατα αὐτῆς προϋποτεθέντος τελαμῶνος ἐπισχίσαντες εἰς τέλος κάτω κρεμᾶσθαι ἐῶμεν.