De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Εὐθετεῖ αὕτη ἡ ἐπίδεσις ἐφ’ ὧν στέρνον ἢ μετάφρενον ἢ πλευρὰς ἢ θώρακα ἐπιδῆσαι θέλομεν, δύο δὲ τελαμώνων μεσότητα σύμμετρον κατὰ τῶν ὤμων θέντες τὰς ἀρχὰς ἐπ’ εὐθείας κάτω παρίεμεν. ἔπειτα εἰλητῷ ἐπιδέσμῳ κατὰ κύκλον ἐπιδήσαντες τό τε ὅλον στῆθος καὶ τὰς πλευρὰς ὥστε σκεπάσαι καταλαμβανόμενοι τὸ πέρας τὰς
818
παρειμένας κάτω ἀρχὰς ὄπισθέν τε καὶ ἔμπροσθεν ταῖς ἐγκυκλίοις προσαπτόμενοι, κἂν ἐπιμηκέστεραι ὦσιν ἀνακλάτες ἐπ’ ἀκρώμιον προσασφαλιζόμεθα. Οἱ προλεχθέντες τελαμῶνες οὐκ ἐπ’ εὐθείας κρέμανται, ἀλλὰ λοξοὶ ὥστε κατ’ ἰνίου καὶ τοῦ μεταφρένου χίασμα γίγνεσθαι· τά τε λοιπὰ ὅμοια τῷ ὀρθίῳ συντελεῖται.