De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ὠνόμασται μὲν ἁπλῶς οὕτως ἀπὸ τοῦ ἐμφερὴς εἶναι τοῖς παρὰ Ῥωμαίοις θώραξιν, οὓς καταφράκτας καλοῦσιν. εὐθετεῖ δὲ ἐφ’ ὧν ἐπιδῆσαι θέλομεν τὰ περὶ τὰς κλεῖδας μέρη καὶ ὠμοπλάτην ἢ στέρνον ἢ μετάφρενον ἢ πλευράς. ἔστι δὲ ἡ ἐπίδεσις κατά τι ὁμοία τῷ διπλῷ στάχυϊ. ἐπιτελεῖται δ’ οὕτως· ἀρχὴ ὑπὸ μασχάλην τὸ εἴλημα λοξῶς ἔμπροσθεν κατὰ στέρνου πλησίον τῆς τῶν κλειδῶν πρὸς τὸ ξιφοειδὲς συμβολῆς καὶ παρὰ τράχηλον ἐπ’ ὠμοπλάτην ἀντικειμένου βραχίονος, εἶτα ὑπὸ τὴν παρακειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ τράχηλον κατὰ τῆς πρώτης, ὡς χίασμα πλησίον τραχήλου γίγνεσθαι καὶ λοξὴ κατὰ ἀντικειμένης ὠμοπλάτης· εἶθ’ ὑπὸ μασχάλην, ἀπὸ μασχάλης παρὰ τράχηλον ἐπὶ τὸν τοῦ αὐχένας σφόνδυλον, ὡς κατ’ αὐτοῦ χίασμα γενέσθαι, εἶθ’ ὑπὸ μασχάλην καὶ λοξὴ πλησίον
Ἡ μεσότης ὑπὸ μασχάλην. αἱ ἀρχαὶ κατὰ κλειδὸς παρακειμένης χιαζέσθωσαν πλησίον τραχήλου· εἶτα λοξαὶ ὑπ’ ἀντικειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ παρακειμένην κλεῖδα καὶ κατ’ αὐτῆς χίασμα πλησίον τραχήλου καὶ λοξαὶ ἐπ’ ἀντικειμένην μασχάλην, εἶτ’ ἐγκύκλιοι περὶ θώρακα.