De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἡ μεσότης ὑπὸ ἀπαθῆ μασχάλην. αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι περὶ πλευρὰς καὶ βραχίονος ἐπεγκύκλιοι πάλιν ἐπὶ μασχάλην ἀπαθῆ· ἀπὸ μασχάλης λοξαὶ ἐπὶ ἀκρώμιον πεπονθός· ἀπὸ ἀκρωμίου ὄρθιοι παρὰ βραχίονα ἐπ’ ἀγκῶνα καὶ πάλιν ἀπ’ ἀγκῶνος ἐπ’ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιοι περὶ βραχίονα.

Ἁρμόζει ἐπὶ τῶν κατ’ ἀμφοτέρους ὤμους ἐχόντων σίνος. ἐπιτελεῖται δ’ οὕτως· ἐπὶ συντετελεσμένῳ τῷ ἁπλῷ στάχυϊ μετὰ τὸ ἐπὶ μασχάλην καταντῆσαι τοῦ

816
ἐπιδεδεμένου βραχίονος ἑξῆς αὐτὴν λοξὴν ἄγομεν ἐφ’ ἑτέρου βραχίονος καὶ ἀκρώμιον, ὡς κατ’ αὐτοῦ χίασμα γενέσθαι· εἶτα μασχάλην ἀντικειμένην, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.