De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν ἐπὶ κρόταφον καὶ τὸν ἔξω κανθὸν ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτός· εἶτα ἐπὶ ἰνίον ἀπὸ ἰνίου κλάσαντες τὴν ἀρχὴν ἄγομεν ἀντικειμένην τῇ πρώτῃ λοξὴν ἐπὶ κρόταφον ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἐπισφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν προσαποδίδομεν.
Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, εἶτ’ ἐκ πλαγίων τῆς ῥινὸς παρὰ μέγαν κανθὸν ἐπ’ εὐθείας ἐπὶ παρακείμενον πτερύγιον ῥινὸς ἐπὶ χαλινὸν, εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ παρὰ κορυφὴν καὶ
806
ἐπὶ βρέγμα, ἀντικειμένη τῇ πρώτῃ ἐπὶ μεσόφρυον, ὡς κατ’ αὐτοῦ χίασμα γίνεσθαι, καὶ ἐκ πλαγίων τῆς ῥινὸς ἀντικειμένη τῇ πρώτῃ ἐπὶ χαλινόν· εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία καὶ ὑπὸ τὸ ὕψωμα τῆς ῥινός· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι καὶ γενειάδα προστιθέασιν, ἁρμόζει δὲ ἐφ’ ὧν μεσόφρυον καὶ τὸ τῆς ῥινὸς ὕψωμα συνεπιδῆσαι θέλομεν.