De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Σύμμετρον μέρος ἐπὶ τοῦ ἐπιδέσμου κατὰ τοῦ προσώπου ἐάσαντες κρεμάσαι τοσοῦτον ὅσον ἱκανὸν ἔσται ἐπὶ ἰνίον ἐθέλειν· εἶτα ἄγομεν τὸ σπείραμα ἐπ’ εὐθείας κατὰ ῥινὸς, μεσοφρύου, βρέγματος, κορυφῆς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κλάσαντες ἐπὶ λοβὸν ὠτὸς ἀντικείμενον· ἐπὶ ἰνίον διακρατοῦντες τὸ σπείραμα τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσαντες, ἐπ’ εὐθείας ἄγομεν κατὰ τῆς πρώτης κορυφῆς καὶ ἰνίου, καταλαμβανόμενοί τε ἄγομεν τὸ σπείραμα κυκλοτερῶς ἐπὶ μέτωπον· εἶτα ἐπ’ ἰνίον καὶ παρὰ μέρος τῆς κεφαλῆς τὸ σπείραμα καταλαμβανόμεθα.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν καὶ βρέγμα, μικρὸν κανθὸν ἐπὶ μῆλα· εἶθ’

805
ὑπὸ σφαίριον ῥινὸς καὶ ἐπὶ τὸ ἀντικείμενον μῆλον παρὰ τὸν ἕξω κανθὸν ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν ἀντικειμένη τῇ πρώτῃ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον ἀπὸ ἰνίου μετωπιαία.