De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν, βρέγμα, ἐπὶ μεσόφρυον, παρὰ μέγαν κανθὸν, ἐπὶ μῆλον, ὑπὸ λοβὸν ὠτός· ἐπὶ ἰνίον ἀντικειμένη τῇ πρώτῃ, ὡς χίασμα κατὰ μεσόφρυον γίνεσθαι, καὶ λοξὴ παρὰ βρέγμα καὶ κορυφὴν ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτός· ὑπὸ τὸ ὕψωμα τῆς ῥινὸς καὶ ἐπὶ τὸν ἀντικείμενον λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐπρέπειαν καὶ στεφανιαίαν προστιθέασιν, αὕτη καὶ ἀπὸ

807
δύο ἀρχῶν ἐπιδεῖσθαι δύναται, ἂν ἀπαιτῇ χρεία. ἁρμόζει δὲ ἐφ’ ὦν καὶ ἡ πρὸ ταύτης.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ μεσόφρυον παρὰ μέγαν κανθὸν ἐκ πλαγίων τῆς ῥινὸς ἐπ’ αὐτὸ τὸ σφαίριον ῥινὸς καὶ παρὰ τὸν τοῦ ἑτέρου μεγάλου κανθοῦ ἐπὶ μεσόφρυον ὡς χίασμα κατὰ μεσοφρύου γίνεσθαι ἐπ’ εὐθείας παρακειμένη τῇ πρώτῃ ἐπὶ κορυφὴν καὶ ἰνίον· ἀπὸ ἰνίου κλάσαντες ἄγομεν τὸ σπείραμα ἐπὶ λοβὸν ὠτὸς, ἐπὶ σφαίριον ῥινὸς καὶ ἀντικείμενον λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν. ἔξεστι δὲ καὶ στεφανιαίαν προστιθέναι· ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐπρέπειαν προστιθέασι τὸ καλούμενον ἡμιῤῥόμβιον οὗ τὴν συντέλειαν παραδεδώκαμεν.