De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἑνὸς ᾖ μεσότης ὑπὸ σφαιρίῳ. αἱ δ’ ἀρχαὶ ἐκ πλαγίων τῆς ῥινὸς ἐπὶ μεσόφρυον, ὅπου καὶ χιασθεῖσαι ἀπαγέσθωσαν ἐπ’ εὐθείας παρὰ κορυφὴν ἐπὶ ἰνίον κἀκεῖ διακρατείσθωσαν. δευτέρου μεσότης τὸ ὑπὲρ τὸ σφαίριον τῆς ῥινὸς, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, κἀκεῖ ἁμματιζέσθωσαν πρὸς ἀλλήλας τε καὶ πρὸς τὰς διακρατουμένας· τρίτου ἡ μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ ἐγύκλιοι περὶ κεφαλὴν, τὸ δὲ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς.
Τῆς πρώτης ὁμοίως ταινίας διατιθεμένης καὶ τῆς δευτέρας πάλιν ὁμοίως ἐπὶ ἰνίον ἀγάγῃ τῆς δευτέρας τὰς ἀρχὰς, χιάσαι δὲ καὶ αὐτῶν μετωπιαίων συντελέσαι, τῶν τοῦ πρώτου τελαμῶνος ἀρχῶν ἤτοι κατειλημένων ὑπ’ αὐτῶν ἢ καὶ αὐτῶν χιαζομένων κατ’ ἰνίον· ἔπειτα ἀγομένων ὑπ’ ἀνθερεῶνα κἀκεῖ ἁμματίζομεν.