De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἁρμόζει μὲν ἐφ’ ὧν καθ’ ἓν μέρος ἐπιδῆσαι θέλομεν γένυν ἤτοι τραύματος χάριν ἢ ἐξαρθρήματος ἢ τοῦ κυνικοῦ καλουμένου σπασμοῦ ἤ τινος ἄλλου. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα κρόταφον παρειαίς· εἶθ’ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ γένειον λοβοὺς ὤτων, μετὰ δὲ τὴν γενειάδα ἐπὶ ἰνίον, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. οὕτως ἄνπερ ἄνωθεν κάτω συμφέρῃ ἐπιδεῖν, συντελεῖται δὲ αὕτη καὶ κάτωθεν ἄνω οὕτως· ἀρχὴ ἐπὶ ἰνίον τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ὑπὸ γένειον· εἶτα παρειὰς, εἶτα λοξὴ ἐπὶ βρέγμα ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαία.
Ἁρμόζουσα εὑρίσκεται αὕτη ἐφ’ ὧν κατ’ ἀμφότερα τὰ μέρη τῆς γένυος ἢ ἐξαρθρήματα ἤ τι ἄλλο μέρος τῆς ἐπὶ τῆς μονομεροῦς εἰρημένον ἐστίν. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν, βρέγμα καὶ παρειὰς ὑπὸ γένειον, εἶτα ἐναντία κειμένη γνάθων παρειὰς καὶ ἐπὶ βρέγμα κατὰ τῆς προσεμβεβλημένης ἕως χίασμα γίγνεσθαι· εἶτα ἐπὶ ἰνίον καὶ ὑπὸ λοβὸν ὠτὸς, γένειον ἐπὶ ἰνίον καὶ μετωπιαία.