De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ σπεγκρανίς. ἐστὶ δὲ πολὺ ἀσφαλεστέρα· μετὰ γὰρ τὴν σπεγκρανίδα ὁ λαγωὸς χωρὶς ὤτων ἐπιπλέκεται, ἵνα μὴ πολυλογῶμεν.
Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ ἀδέσποτος Θαὶς, λέγω δὲ ἐπὶ βρέγματος καὶ τῶν πλησίον τόπων. συντελεῖται δὲ οὕτω· σύμμετρον μέρος ἐάσας τῆς ταινίας κατὰ προσώπου παρειμένον ἕλκε τὸ σπείραμα κατὰ βρέγματος ἐπ’ εὐθείας ὡς ἐπὶ ἰνίον, ἐκεῖθεν δὲ παραλλάξας ἄγε ὑπὸ λοβὸν ὠτός. ἐπὶ βρέγμα καὶ λοξῶς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξῶς ἐπὶ τὰ ἀντικείμενα μέρη καὶ ἐπὶ βρέγμα κρόταφον
793
ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον· ἔπειτα τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀναγαγών. πτύσσε κατὰ μετώπου τρὶς καθ’ ὑπέρβασιν, ὥστε βαθμηδὸν ἀλλήλαις ἐπικεῖσθαι καὶ οὕτως ἐπ’ αὐτῶν κατ’ αὐτὴν ἔπαγε τὴν μετωπιαίαν.