De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἀρχὴ ὑπὸ ἰνίῳ ὠτὸς καὶ ὑπὸ γενειάδα, εἶτα παρειὰς καὶ λοξὴ παρὰ κορυφὴν ἐπὶ ἰνίον ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ὑπὸ γένειον, ἔπειτα παρειὰς, ἔπειτα λοξὴ κατὰ βρέγματος ἐπὶ ἰνίον, εἶτα μετωπιαία.

Ἡ μεσότης τῷ ἰνίῳ ἐντιθέσθω τὰ εἰλήματα, ἀπὸ κορυφῆς δὲ λοξῶς ἐπὶ βρέγμα, ἵνα κατ’ αὐτοὺς χίασμα γένηται, εἶτ’ ἐπὶ παρειὰς ὑπὸ γένειον ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κυκλοτερῶς ἐπὶ μέτωπον καὶ ἰνίον·

795
εἶτα γενειάδα καὶ μετωπιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.