De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἁρμόζει μὲν ἐπὶ βουβῶνος. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος, ἡ ἀντικειμένη δὲ ἐπινέμησις λοξὴ κατὰ πυγῆς πλησίον τοῦ πεπονθότος βουβῶνος, εἶτ’ ἐπὶ περίναιον κάτωθεν ἄνω καὶ λοξὴ ἐπὶ βουβῶνα, εἶτ’ ἐγκύκλιος κατὰ ἰσχίον καὶ κατὰ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, αἱ δ’ ἐπινομαὶ κάτωθεν ἄνω αὐτῶν.
Ἀρχὴ κατ’ ἐπιγαστρίου τὸ εἴλημα λοξῶς ἐπὶ κοτύλην παρὰ περίναιον ἐπὶ βουβῶνα κάτωθεν ἄνω κατὰ τῆς προεμβεβλημένης ἐπὶ ἰσχίον καὶ βουβῶνα παρὰ περίναιον καὶ κοτύλην κάτωθεν ἄνω καὶ ἐπὶ ἦτρον, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ὡς ἀμφότεροι οἱ βουβῶνες σκεπασθῶσιν.