De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἡ μεσότης κατὰ τοῦ βουβῶνος. αἱ δ’ ἀρχαὶ ἐπὶ κοτύλην κἀκεῖ χιασθεῖσαι· ἡ μὲν ἐπὶ βουβῶνος, ἡ δὲ ἔξωθεν.
Τῆς βραχυτέρας ἀρχῆς ὡς ἂν ἢ δύο ἢ τρεῖς τόποι παρίενται κατὰ βουβῶνος. τὸ δὲ εἴλημα ἄγεται κατὰ λαγόνος ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον, εἶτ’ ἐπὶ κοτύλην λοξῶς καὶ βουβῶνα κάτωθεν ἄνω καὶ ἐπὶ λαγόνα καὶ ἰσχίον καὶ ἀντικειμένην λαγόνα καὶ ἐπιγάστριον, ὅτε ἡ παρειμένη ἀρχὴ ἀνακλᾶται ἐπὶ βουβῶνα, ἵνα κατ’ αὐτοῦ πτύγμα γένηται ἢ καταλαμβάνηται τῷ εἰλήματι· εἶτ’ ἐπιτελεῖται πάλιν βουβῶνι, εἶτ’ ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον καὶ πάλιν ἡ πρώτη ἀρχὴ πτύσσεται ἄνωθεν κάτω καὶ τῷ εἰλήματι καταλαμβάνεται καὶ οὕτως ἐπιδεῖται ἄχρις ἂν συντελεσθῇ ἀεὶ τοῦ μὲν πτυσσομένου, τοῦ δὲ ἐπειλουμένου, τὸ δὲ πέρας ἀγκτηρίζεται.