De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἀρχὴ κατὰ πλευρᾶς. τὸ εἴλημα λοξῶς κατὰ στέρνον ἐπὶ ἀκρώμιον, εἶτ’ ἐγκάρσιον ἐπ’ αὐχένος κατ’ ἀκρώμιον ἀντικείμενον καὶ ὑπὸ μασχάλην ἐκ τῶν ἔμπροσθεν εἰς τὰ ὀπίσω καὶ ἐπὶ τὸ αὐτὸ ἀκρώμιον καὶ λοξὴ ἐπὶ στέρνον, εἶτ’ ἐγκύκλιος κατὰ λαγόνος. ἡ αὐτὴ ὀπισθοφανὴς γίνεται ἐναλλασσόντων ἡμῶν, τὰς μὲν ἐμπροσθίους ἐπινεμήσεις ποιούντων ὀπίσω, τὰς δὲ ὀπισθίους ἔμπροσθεν.

Ἁρμόζει μὲν ἐφ’ ὧν πλευραὶ ἐπιδοῦνται. συντελεῖται δὲ οὕτως· ἡ μεσότης τοῦ ἐπιδέσμου κατ’ αὐχένας, αἱ δ’ ἀρχαὶ λοξαὶ κατὰ στέρνον εἰς αὐτὰς ἀγκυλωθεῖσαι ὑπὸ μασχάλας ἐπὶ μετάφρενον, κἀκεῖ πάλιν ἀγκυλωθεῖσαι ἀπαγέσθωσαν, οὕτω τε μέχρι τοῦ ὅλον τὸν θώρακα ἐπιδεθῆναι, ὅτε μὲν ὀπίσω, ὅτε δὲ ἔμπροσθεν ἀγκυλούσθωσαν. τὰ δὲ πέρατα πρὸς ἄλληλα ἁμματιζέσθωσαν. ταύτῃ τῇ

825
ἐπιδέσει ἁρματηλάται χρῶνται συνοχῆς χάριν τῶν πλευρῶν. ἀπηρτικότες καὶ τὰς περὶ τὸν θώρακα ἐπιδέσεις καὶ τὰς ἑξῆς λέγωμεν.