Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1905
⁶⁵εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶⁶τὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
67εὺλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
68εὐλογεῖτε, φῶς καὶ σκότος, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶9εὐλογεῖτε, ψῦχος καὶ καῦμα, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁰εὐλογεῖτε, πάχνη καὶ χιόνες, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷³εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁴εὐλογείτω ἡ γῆ τὸν κύριον·
ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁵εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
[*](60 om και 1⁰ AQ 61 ευλογειτε AQ πασαι αι δυναμεις κυ AQ AQ 64 ευλογειτε ΑQ 66 αιωνας] + (67) ευλογειτε ψυχος και καυσων τον κυ· υμνειτε και υπερυψουται αυτον εις τους αιωνας. (68) ευλογειτε δροσοι και νιφετοι τον κν· υμνειτε και υπερυψουται αυτον εις τους αιωνας A 69 ευλογει Q* ( γειτε Qᵃ) ψυχος κ. καυμα] παγος και ψυχος A 70 παχναι AQ χιονες] χ sup ras ut vid Bᵃᵇ 73, 74 ordinem transpos A )
523
7⁶εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον·