Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ⁷⁷εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁷⁹εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν ὕδασιν, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 80κὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8¹εὐλογεῖτε, πάντα τὰ θηρία καὶ τὰ κτήνη, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8²τὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8³εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁴εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁵εὐλογεῖτε, δοῦλοι, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 86κὺλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁷εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδία, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μεισαήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας·
  • ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾄδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς.
  • καὶ ἐρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογός,
  • καὶ ἐκ μέσου πυρὸς ἐρύσατο ἡμᾶς.