Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ⁵⁴εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερου-
  • βείν,
  • καὶ αἰνετὸς καὶ ὑπερυψαωμένος εἰς τοὺς αἰῶνας.
  • ⁵⁵εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερυψαωμένος εἰς τοὺς αἰῶνας.
  • ⁵⁶εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ,
  • καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
  • ⁵⁷εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • [*](44 της δυναστειας] δυναμεως και δυναστειας A om της Q 45 γνωτωσαν] AQΓ pr και QΓ κς ο θς AQ ο κς θς] ᵛⁱᵈ 46 διελιπον Bᵇ ευβαλοντες Q στυππειον Qa σ[τιπ πιον ᵛⁱᵈ κληματιδα] pr [την Γᵛiᵈ κληματιδας AQ 47 διηχειτο A τεσσαρακοντα Bᵇ 49 συγκατεβη Q om εκ της καμινου Q* (hab Qmg) 50 αυτοις] αυτους Γ 51 ηυλσγοιν A 52 υπερυψω- μενος Bᵃᵇ υπεραινετον] αινετον Q* (υπεραιν. Qmg) υπερυψωμενον Bᵃᵇ om παντας AQ 53 δοξης] pr της Q* (improb Q?) υμνητος Q* (υπερυμνητος Qmg) 54 επιβλεπων] βλεπων AQ¹ χερουβειν (-βειμ AQ)] pr των A αινετος] υπεραινετος A υπερυψουμενος Bᵃᵇ AQ: item 55 56 ευλο- γητος] ευλογημενος A υμνητος] υπερυμνητος A )
    521

  • ⁵⁹εὐλογεῖτε, οὐρανοί, τὸν κύριον
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 59 εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁶0χὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁶¹εὐλογείτω πᾶσα ἡ δύναμις τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁶²εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁶³εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁶4εὐλογείτω πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.