Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιαά σου, καὶ δὸς [*](27 κρίσις ??* (κρεισ.) A αληθεια ( θια ??* -θεια Bᵃᵇ)] αληθιναι Q 28 α. AQΓ γιαν] + σου A επηγαγες 2⁰] επηγαγας Q ταυτα πανια AQ 29 απο- στηναι] αποσταντες AQ 30 ημιν 1⁰] υμιν A 31 om και πανια οσα ημιν επηγαγες AQ* (hab Qmᵍ) 32 χειρας] χειρα Bᵇ? om και 2° AQ 33 om ημων A?Q 24 παραδως AQ 35 δι] δια AQ om δια Q 36 ελαλησας] + προς αυτους A 38 και 2⁰] ουδε Q και 3⁰] ουδε Q | ουδε quater] ουτε Q ολοκαυτωμα Q* (τωσις Q mg) om ουδε προσφορα ουδε θυμίαμα A* (hab ουδε πρσσηφορʼ (sic) ουδε θ. Aᵃ? (ᵐᵍ) ου] ουδε Bᵃᵇ εναντιον] ενωπιον A 40 ολοκαυτωσει] ολοκαυτωμασιν ΑQ | και 2⁰] + ως AΓ ουτω Qᵃ θυσια] pr η QΓ οπισθεν] οπισω Q εσται] εστιν ΑQ 42 επιεικιαν AQ* (-κειαν Qᵃ))

519
δόξαν τῷ ὀνόματι σου, Κύριε.

καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι [*](Β) τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης τῆς δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη,

γνώτωσαν ὅτι σὺ κἶ Κύριος θεὸς μόνος καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.

Καὶ οὐ διέλειπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα.

καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσεράκοντα ἐννέα,

καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.

ὁ δὲ ἄγγελος Κυρίου συνκατέβη ἄμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,

καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς.

Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες

  • ⁵²Εὐλογητὸς εἶ, Κύριε ὁ θ??ὸς τῶν πατέρων ἡμῶν,
  • καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας·
  • καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον,
  • καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον¶ εἰς πάντας τοὺς αἰῶνας.
  • [*](¶ Γ)

  • ⁵³εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.