Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

σύ, βασιλεῖ, ἔθηκας δόγμα, πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν,

καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.

κἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μεισάχ. Ἀβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἦ ἔστησας οὐ προσκυνοῦσιν.

τότε Ναβουχοδονοσὸρ ἐν θυμῷ καὶ ἀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ· καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ ἀπεκρίθη Ναβουχοδονοσὸρ καὶ εἶπεν αὐτοῖς Εἰ ἀληθῶς, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησα οὐ προσκυνεῖτε;

νῦν οὗν εἰ ἔχετε ἑτοίμως ἴνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι ᾖ ἐποίησα· ἐ ν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς [*](5 φωνης σαλπιγγος] της φ. της σ. AQΓ και 2⁰] pr τε AQΓ ψαλτηριου] AQΓ +και συμφωνιας AΓ om τη χρυση A* (hab Aᵃ?(ᵐᵍ) ο βασιλευς] om ο Q* (superscr Qᵃ) 6 αν] εαν Q 7 οταν] οτε Q ηκουον] ηκουσαν AQ om συριγγος Q* (hab Qmg) και 3⁰] pr τε AQ ψαλτηριου] + και συμφωνιας AQ om φυλαι γλωσσαι A om τη κρυση Q* (hab Qmᵍ) ην] η AQ εστησεν] εποιησεν Q* (εστ. Qmᵍ) ?? προσηλθαν A προσελθον Q διεβαλον Bᵃᵇ 9 τω βασιλει Ν.] και υποβα λοντες ειπον Ν . τω βασ. A τω βασ. Ν. (Ναβουχοδοσορ Q*) και ειπαν Q 10 και 2⁰] pr τε A ψαλτηριου] + και συμφωνιας A 11 εμβληθησετα Q* (superscr ι Q?) 12 Σεδρακ A item 13. 14, 16, 19, 20, 23 Μισαχ BᵇQ Μισακ A item 13, 4, 16. 19, 20, 23 οι] οι ανδρες εκεινοι A τοις θεσις] pr και A προσκυνουσι Qᵃ 13 om και 2 0 Q | Αβδεναγω] pr τον A 14 Αβδεναγω] pr και A 15 ακουητε Β?ᵛⁱᵈ και 2⁰] pr τε A om και παντος γενους μουσικων A προσκυνησητε 1⁰] προσκυνειτε A προσκυνησετε Q εικονι] +τη χρυση A III.)

515
τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιυ θεὸς ὃς ἐξελεῖται [*](B) ὑμᾶς ἐκ χειρός μου;

καὶ ἀπεκρίθησαν Σεδράχ, Μεισάχ. Ἀβδεναγώ, λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσόρ Φὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι.

ἔστιν γὰρ θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.

καὶ ἐὸν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι ἦ ἔστησας οὐ προσκυνοῦμεν.