Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσὸρ ὁ βασιλεὺς ἐποίησεν [*](§ Γ) εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δειρὰ ἐν χὠρᾳ Βαβυλῶνος.

καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας. ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπʼ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐνκαίνια τῆς εἰκόνος ἧς ἔστησεν.

καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι οἱ ἐπʼ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, εἰς τὸν ἐνκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς. καὶ ἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος.

καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύι Ὑμῖν λέγεται λαοῖς, φυλαί, γλῶσσαι,

[*](46 Ναβουχοδοσορ Q* (νο superscr Qᵃ) om και 2⁰ ??* ᵛⁱᵈ (hab κ Bᵃ?ᵇ?(ᵐᵍ) | AQΓ μαννα] μαναα Q ευωδιας ειπεν σπεισαι] ευωδιαν εσπεισεν Q 47 κυριος] + των κυριων και βασιλευς AQ om και 3 0 BᵃᵇA αποκαλυπτων] ο αποκ. Bᵃᵇ εδυνηθης A 48 πολλα και μεγαλα AQ επι 2⁰] pr και AQ* (improb Q?) 49 om χωρας Q* (hab Qᵐg) Μισαχ BᵇQ) Μσακ A subscr ορασις γ΄ A III 1 superscr ορασις δ΄ AQ ?? ορασις.. Γ om ο βασιλευς A εξηκοντα (εξηκον sic A)] + και Q 2 om τους 2⁰, 3⁰ Γ τα ενκαινια (εγκ. BᵇQΓ )] τον αγκαινισμον A* (α 1⁰ improb Aᵃ) εικονος] + της χρυσης Γ εστησεν ( σε Qᵃ)] + Ναβουχοδονοσορ ο βασιλευς AQΓ 3 τοπαρχαι] σατραπαι Q*) (τοπ. Q mg) οι επ εξ.] om οι QΓ | εγκαινισμον BbAQ a (εγκεν. Q*) και ιστ.] pr και συνηχθησαν οι τοπαρχαι A | ειστη- κεισαν BᵃᵇQ εικονος 2⁰] + ης εστησεν Ναβουχοδονοσορ AΓvid 4 λαοις] εθνη λαοι A Γ λαοι Q* εθνη Qmᵍ )
513

ᾖ ἂν ὥρᾳ ἀκούσητε φωνῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, [*](B) σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι ¶ τῇ χρυσῇ ἦ ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς·

[*](¶ Γ)

καὶ ὃς ἂν μὴ προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.

καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστηκεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς.

τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλλον τοὺς Ἰουδαίους

τῷ βασιλεῖ Ναβουχοδονοσόρ Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι