Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τότε Ναβουχοδονοσὸρ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μεισάχ, καὶ Ἀβδεναγώ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ.

καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδράχ, Μεισάχ. καὶ Ἀβδε. ναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.

τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι, καί ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης,

ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν· καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ.

καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ. Μεισάχ, καὶ Ἀβδεναγώ, ἔπεσον εἰς μέσον τῆς καμίνου τῆς καιομένης πεπεδημένοι.

Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον.

καὶ συνστὰς Ἀζαρίας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα ἑαυτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπευ

Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.

ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ [*](15 θεος] pr ο AQ ος] ο Q* (ς superscr Qa) χερος] των χειρων AQ 17 θεος] + ημων εν ουρανοις Bᵃᵇ ᵐᵍ ο θς ημων εν ουνδις A λατρευομεν ημεις Q εκ της καμινου...ρυσεται ημας] εκ της χειρος σου· και εκ της καμινου του πυρος της καιομενης ρυσεται ημας Q των χειρων] της χειρος A 18 εστω] εσται Q εικονι] + τη χρυση ΑQ 19 Ναβουχοδονοσορ] + ο βασιλευς A οψις] ορασις Q om και 2⁰ AQ | om ου A εκαη] εκκαυθη Q 20 om και 2⁰ Q 21 τοτε] οτε A | περικνημισι (-μεσι BQ* -μισι B 1)] + και ενδυ- μασιν ουτων A εμβληθησαν (sic) A το μεσον] om το AQ 22 υπερι- σχυσεν AQ καμινος] + του πυρος Q περισσου] + και τους ανδρας εκεινους τους βαλοντας Σεδρακ Μισακ Αβδεναγω απεκτεινεν η φλοξ του πυρος A 23 om και 2⁰ AQ καμινου] + του πυρος AQ 25 συστας B ? AQ εαυτου] αυτου Bᵃᵇ AQ 26 αινετον A δεδοξασμενον το ονομα σου] δεδοξασ- μενος Q 27 εποιησας] + ημιν AQ )

517
κρίσεις σου ἀλήθεια.