Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὅτι ἴδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον ἴδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ.

καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρόν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον.

ὅτι ἴδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συνμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων· καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου.

καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας·

ὃν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ [*](35 ο σιδηρος το οστρακο A εγενετο| εγενοντο AQ εξηρεν] + αυτα AQ | AQ εγενηθη] + εις Q 36 εστι Qa 38 ουρανου] pr του A + και ιχθυας της θαλασσης AQ mᵍ κατεστησεν] + σε AQ κυριον plene scr B? (κν ut vid B*) 39 βασιλεια ετερα AQ σου 2 0] + ητις (η Q) εστιν ο αργυρος AQ | ητις] η ΛQ 40 πανια 1⁰| + επι της γης Q* + τα ε.τ. γ.Qa δαμασει] δαμαζει A 41 ειδες bis Bᵃᵇ (itcns 43, 45) A (item 43) οστρακινον] + κεραμεου Aᵃ?(ᵐᵍ) σιδηρουν Q σιδηρουν] οστρακινον Q 42 μερος 3⁰] + δε Q* (improb Q?) |  απ] επ A 43 συμμιγεις BᵇQ προσκολλωμενος A μετα του   οστρακου] τω οστρακω A 44 τους αιωνας 1⁰] τον αιωνα A | λεπτυνει] + δε A¹ fortQ )

511
ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.

Τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ [*](B) ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιὴλ προσεκύνησεν καὶ μαννὰ καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ.

καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιήλ Ἐπ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια· ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.

καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ, καὶ δόματα μεγάλα καὶ πολλὸ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπων ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.

καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ· καὶ Δανιὴλ ἣν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.