Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ

τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον.

ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά.

τότε λεπτὰ ἐγένετο ἄμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος [*](Syr)[*](26 προς] κατα Syrᵛⁱᵈ 24 εισελθων δε Δανιηλ] σ΄ εκ τουτου Δανιηλ εισηλθε Syrᵐᵍ 25 post ευρηκα ras aliq 87 τω βασιλει δηλωσει εκαστα] σ΄ την επιλυσιν σου βασιλευ δηλωσει Syrᵐᵍ 27 ΓαΖαΡΗΝωΝ σ΄ ουδε θυτων Syrᵐᵍ 28 μυστηρια] α sup ras 87 ημερων] + βασιλευ εις τον αιωνα ζηθι· το ενυπνιον και το οραμα της κεφαλης σου επι της κοιτης σου τουτο εστι· (29) συ βασιλευ κατακλιθεις επι της κοιτης σου εωρακας (εορακακαc Syr mg πανια οσα δει γενεσθαι επ εσχατων των ημερων· Syr (pro κατακλιθεις ...σου σ΄ εν μεριμνη εγενου επι της κοιτης σου Syrmg) 30 α υπελαβες...εν γνωσει] α΄ και η βουλη (?εννοια) της καρδιας σου ινα γνως Syr mg 31 και ιδου εικων...σφοδρα] σ΄ και ην ως ανδριας εις μεγας ο ανδριας Syr mg )

508
[*](87) καὶ τὸ χρυσίον, καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἄλωνι, καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδέν καταλειφθῆναι ἐξ αὐτῶν, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξε πᾶσαν τὴν γῆν.

τοῦτο τὸ ὅραμα· καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως.

σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν·

ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου, κυριεύειν πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.

καὶ μετὰ σέ ἀναστήσεται βασιλεία ἐλάττων σου, καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ ἣ κυριεύσει πάσης τῆς γῆς·

καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὡς ὁ σίδηρος, ὥσπερ ὁ σίδηρος ὃ δαμάζων πάντα, καὶ ὡς ὁ σίδηρος πᾶν δένδρον ἐκκόπτων· καὶ σεισθήσεται πᾶσα ἡ γῆ.