Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

σοί, κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι, καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα, τοῦ δη- [*](Syr)[*](10 και πας βασιλευς...ουκ επερωτα] σ΄ αλλ ουδε τις βασιλευς η μεγας η εξουσιαστης ρημα τοιουτον ερωτα Syr mg 11 ÷ και επιδοξος 87 Syr 13 εΔοΓmαTIcθΗ Syrᵐᵍ 14 τω αρχιμαγειρω| α΄ διδασκαλω σφακτων Syr mg 15 και επυνθανετο...του βασιλεως] σ΄ ειπε δε τω Αριωχ ω επετραπη η εξουσια παρα του βασ. Sγrᵐᵍ ?? αρχων του βασιλεως 87 Syr 16 δη. λωσει Syr 18 και παρηγγειλε...ζητησαι] ό υπερ του ερωτησαι οικτιρμους Syr mg ÷ και τιμωριαν (superscr ÷ 87) ζητησαι 87 Syr 19 και εκφω- νησας ειπεν] σ΄ και λαιων Δανιηλ ειπεν Syrᵐᵍ 21 διδους] pr και Syr 22 KαTαλΥCIC0 Sγr mg )

506
[*](87) λῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα.

εἰσελθὼν δὲ Δανιὴλ πρὸς τὸν Ἀριὼχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω.

Τότε Ἀριὼχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιὴλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ἰουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα.

ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ, ἐπικαλουμένῳ δὲ Χαλδαιστὶ Βαλτασάρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὄραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν;

ἐκφωνήσας δὲ ὁ Δανιὴλ ἐπὶ βασιλέως εἶπεν Τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς, οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις·

άλλʼ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσὸρ ἄ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν·

καὶ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι.

κἀμοὶ δέ οὐ παρὰ τὴν σοφίαν τὴν οὗσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη, ἀλλ᾿ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει.

καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου· καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά.