Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκου κεραμικοῦ, μέρος δέ τι σιδήρου, βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ, καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμιγμένον ἄμα τῷ πηλίνῳ ὀστράκῳ.

καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον· μέρος δέ τι τῆς βασιλείας ἔσται ἵσχυρόν, καὶ μέρος τι ἔσται συντετριμμένον.

καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμιγμένον ἄμα τῷ πηλίνῳ ὀστράκῳ, καὶ συμμιγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων· οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὕτε εὐνοοῦντες ἀλλήλοις, ὥσ περ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ.

καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται· καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα·

καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· καὶ ἀκριβές τὸ ὄραμα, [*](Syr)[*](35 ωσει λεπτοτερον αχυρου...ο ανεμος] ά ως αχνη απο αλωνος θερινης και ηρεν αυτα το πνευμα Syr mg και επαταξε] και επληρωσε Syr mg 38 ÷ και των ( ÷ 87) ιχθυων της θαλασσης 87 Syr κυριευειν παντων] ά και εκυριευσε παντων Syrᵐᵍ 40 ως ο σιδηρος (1⁰) 87 Syr και ως ο σιδηρος (2⁰) 87 (deest ??) ?? και ο σιδηρος Syr 41 ?? και τους δακτυλους 87 (deest ??) Syr κεραμεικου 87 εν αυτη] pr απο της ριζης της σιδηρας εσται Syr ά σ΄ και εκ του φυτου του σιδηρου Syrᵐᵍ 42 om δε 2⁰ Syr 43 om και 2° Byr εις γενεσιν] εν σπερματι Syr mg 44 τους αιωνας] τον αιωνα Syr 45 συνηλοησε] CY NHλολΗCεΝ (sic) + ωσει αλοησις η εν αλωνι Syr mᵍ )

510
[*](87) καὶ πιστὴ ἡ τούτου κρίσις.

Τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσαωπον χαμαὶ προσεκύνησεν τῷ Δανιήλ, καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ.

καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιὴλ εἶπεν Ἐπ᾿ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων, ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος· ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο.

τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ Δανιὴλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας, καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας.

καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ἴνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδράχ, Μισάχ, Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.