Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ εἶδον ἐγὼ Δανιὴλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετʼ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην, καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπʼ αὐτούς, καὶ ἀπέδρασαν ἐν σπουδῇ.
καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην, οὐκ ἐνκατελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἰδοὺ πνεῦμα ἐπεστράφη ἐπʼ ἐμὲ εἰς φθοράν, καὶ οὐ κατίσχυσα.
καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλιᾶς αὐτοῦ· ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι, καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου.
καὶ εἶπέ μοι Δανιὴλ, ἄνθρωπος ἐλεεινὸς εἶ διανοήθητι τοῖς προστάγμασιν οἷς ἐγὼ λαλῶ ἐπὶ σέ, καὶ στῆθι ἐπὶ τοῦ τόπου σου, ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων.
καὶ εἶπεν πρὸς μέ Μὴ φοβοῦ, Δανιὴλ ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἦς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη τὸ ῥῆμά σου, καὶ ἐγὼ εἰσῆλθον τῷ ῥήματί σου.
καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἵκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μιχαὴλ εἶς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι, καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν.
καὶ εἶπέν μοι Ἠλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν, ἔτι γαρ ὥρα εἰς ἡμέρας.