Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐν τῷ αὐτὸν λαλῆσαι [*](Syr)[*](5 βυσσινα] α΄ εξαιρετα σ΄ λινα Syrmg περιεζωσμενος] + ην Syr 6 ωσει ορασις αστραπης] α ως χρυσολιθος |τουτεστι μαργαριτης ομοιος χρυσω] Syrᵐᵍ 7 εν σπουδη] α΄ κρυφη Syrmg 8 ουκ ενκ.] pr και Syr ε κατελειφθη 87 | επεστραφη πνευμα Syrmᵍ 9 πεπτωκως] σ΄ κεκαρωμενος Syrᵐᵍ ᵛⁱᵈ (cf Field) 10 ηγειρε] α΄ εκινησε Syrmg τα ιχνη των ποδων μου] τους ταρσους των χειρων μου Syrmg 11 ανθρωπος ελεεινος] ανηρ επιθυμιων Syrmg επι του τοπου σου] σ΄ επι της βασεως σου Syrᵐᵍ 12 εισηκουσθη] pr και Syr εισηλθον] ηλθον Syrmg 13 βασιλεως] βασιλειας Syrmg και αυτον... Περσων] α΄ καγω περιεσσευθην εκει πλησιον βασιλεως ΙΙ. 87mg Syrᵐᵍ κατελιπον] post A ras aliq 87? (fort prius λειπ.) 14 και ειπεν 87¹ de 87* non liq | | ωρα] ορασις Syr mg)

564
[*](87) μετ᾿ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπον μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα.

καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατο μου τῶν χειλέων· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου Κύριε· καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπʼ ἐμέ, καὶ οὐκ ἦν ἐπʼ ἐμοὶ ἰσχύς·

καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ; καὶ ἐγὼ ἠσθένησα, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχὺς καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί.

καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ κἄτι σχυσέ με,

καὶ εἶπέν μοι Ἄνθρωπος ἐλεεινὸς εἶ, μὴ φοβοῦ, ὑγίαινε· ἀνδρίζου καὶ ἴσχυσαι. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ ἴσχυσα καὶ εἶπα Λαλησάτω ὁ κύριός μου, ὅτι ἐνίσχυσέν με.

καὶ εἶπεν πρὸς μέ Γινώσκεις τί ἦλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο.

καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας· καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετʼ ἐμοῦ ὑπέρ τούτων ἀλλ᾿ ἡ Μιχαὴλ ὁ ἄγγελος.

Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι