Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταθήσεται χρίσμα καὶ οὐκ ἔσται, καὶ βασιλεία ἐθνῶν φθερεῖ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ τοῦ χριστοῦ, καὶ ἣξει ἡ συντέλεια αὐτοῦ μετ᾿ ὀργῆς καὶ καιροῦ συντελείας· ἀπὸ πολέμου πολεμηθήσεται.

καὶ δυναστεύσει ἡ διαθήκη εἰς πολλούς· καὶ πάλιν ἐπιστρέψει, καὶ ἀνοικοδομηθήσεται εἰς πλάτος καὶ μῆκος καὶ κατὰ συντέλειαν καιρῶν, καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καιροὺς καὶ ξβ᾿ ἐτῶν ἕως καιροῦ συντελείας πολέμου, καὶ ἀφαιρεθήσεται ἡ ἐρήμωσις ἐν τῷ κατισχῦσαι τὴν διαθήκην ἐπὶ πολλὰς ἑβδομάδας· καὶ ἐν τῷ τέλει τῆς ἑβδομάδος ἀρθήσεται ἡ θυσία καὶ ἡ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται ἕως συντελείας, καὶ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχθη τῷ Δανιὴλ, ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασάρ· καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα, καὶ τὸ πλῆθος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα· καὶ διενοήθην αὐτὸ ἐν ὁράματι.

ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἥμην πενθῶν τρεῖς ἑβδομάδας·

ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσἠλθεν εἰς τὸ στόμα μου, ἔλαιον οὐκ ἠλειψάμην, ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν.

καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ [*](Syr)[*](24 και δοθηναι δικ. αιωνιον Syr α΄ κ. του αγαγειν δικ. αιωνιον Syr mg τα οραματα] τo οραμα Syr ?? και ?? προφ. 87 (deest ??) ?? και προφ. και ευφραναι Syr και προφητην] κ. προφητας Syrtxt κ. προφητειαν Syrmᵍ και ευφροναι] και του χρισαι Syrmᵍ 25 αποκριθηναι] και του διανοηθηναι Syrmg 26 δυο] + εβδομαδας Syrmg μετα του χριστου και ηξει] λαος ηγουμενου ερχομενου 87mg et (sub α΄ ) Syrmg ÷ του χριστου Syr και ηξει η συντελεια... .συντελειας] σ΄ και η προθεσμια αυτου εν επικλυσμω και εως της προθεσμιας Syrmg καιρου] pr εως Syr 26—27 πολεμου....ερημωσιν] α΄σ΄ πολεμος τετμηται ερημωσεων και δυναμωσει συνθηκην πολλοις εβδομας μια ημισυ δε της εβδομαδος παυσεται θυσια και δωρον και επι της αρχης των βδελυγματων ερημωθησεται και εως συντελειας και τομης και σταξει επι το ηρημωμενον 87mg et (sub σ΄) Syrᵐᵍ 27 ετων] ετη Syr εpHΜωCΙC Syrᵐg ÷ βδελυγμα...επι την ερημωσιν Syr επι την ερ. 87 (deest ??) X 1 προσταγμα εδειχθη] α ρημα απεκαλυφθη Syrmᵍ και το πληθος...ορα- ματι] σ΄ και στρατεια μεγαλη συνησει το ρημα και συνεσις αυτω εν τη ορασει 87mg α΄ κ. στρ. μεγ. συνησει συν το ρ. και συνησει αυτο εν τ. ορ. Syrmg ÷ αυτο εν οραματι 87 Syr 3 επιθυμιων] σ΄ επιθυμητον Syrmg οινον 87)

562
[*](87) καὶ εἰκάδι τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἥμην ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ τοῦ μεγάλου, ὅς ἐστι Τίγρης.

καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἄνθρωπος εἶς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσφὺν περιεζωσμένος βυσσίνῳ, καὶ ἐκ μέσου αὐτοῦ φῶς·

καὶ τὸ στόμα αὐτοῦ ὡσεὶ θαλάσσης, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων, καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου.