Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ νῦν ἦλθον τὴν ἀλήθειαν ὑποδεῖξαί σοι· ἰδοὺ τρεῖς βασιλεῖς ἀνθεστήκασιν ἐν τῇ Περσίδι, καὶ ο΄ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων.

καὶ στήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει καθὼς ἂν βούληται.

καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐδυνάστευσε· ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέρους διδάξει ταῦτα.

καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου, καὶ εἶς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύ- [*](Syr)[*](16 ΗΝΟΙξΑ Syrmg ως ορασις απεστραφη.. .επ εμε] ... εστραφη τα εντος μου εν εμοι σ΄ εν τη ορασει εστρεβλωθη τα μελη μου εν εμοι Syr mg επ εμοι] εν εμοι Syr 19 ελεεινος] επιθυμιων Syrmg υγιαινε (post αι ras aliq 87?)] ειρηνη σοι Syrmᵍ 21 ο αγγελος] ο αρχων υμων Syrᵐᵍ XII Κυρου του βασιλεως] α΄σ΄ Δαρειου του Μηδου Syrmᵍ 2 και εν τω κατισχυσοι... Ελληνων] α και κατα την ισχυν αυτου εν τω πλουτω αυτου διεγερεῖ πάντας συν τους βασιλεις (fort τοις βασιλευσι) των Ελλ. σ΄ και εν τω ενισχυσαι αυτον εν τω πλουτω αυτου διεγερει παντας προς την βασιλειαν της γης των Ελλ, Sry mg Ελληνων] adnot τουτεστν Ελλαδος (ΕλλαδοU+03F2) Syrᵐᵍ 3 κυρειας] κυριας 7* vid 4 κυρειαν] κυριαν 87* ᵛid 5 και ενισχυσει...κατισχυσει αυτον] σ΄ και επικρατησει του βασιλεως του νοτου και των αρχοντων αυτου και κατισχυσει επ αυτον Syr mg )

566
[*](87) σει δυναστείᾳ μεγάλῃ ἡ δυναστεία αὐτοῦ.

καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς, καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας· καὶ οὐ μὴ κατισχύσῃ, ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν, καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετʼ αὐτοῦ, καὶ μενεῖ εἰς ὥρας.

καὶ ἀναστήσεται φυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καθʼ ἑαυτόν, καὶ ἥξει> ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ, καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει.

καὶ τοὺς θεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν, καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιθυμημάτων αὐτῶν, τὸ ἀργύριον καὶ τὸ Χρυσίον, ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Aἴγυπτον· καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ.

καὶ εἰσελεύσεται εἰς βασιλείαν βασιλεὺς Αἰγύπτου ἡμέρας, καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ,