Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπὸ τῶν ὁρίων Ἐφράιμ, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ῥουβὴν, μία.

καὶ ἀπὸ τῶν ὁρίων Ῥουβὴν, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰούδα, μία.

Καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς μενεῖ, ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εἶρος, καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν·

ἀπαρχὴν ἣν ἀφοριοῦσι τῷ κυρίῳ, μῆκος πέντε καὶ εἵκοσι χιλιάδες, καὶ εὗρος εἵκοσι καὶ πέντε χιλιάδες.

τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῖῦσιν, πρὸς βορρᾶν πέντε καὶ εἵκοσι χιλιάδες, καὶ πρὸς θάλασσαν δέκα χιλιάδες, καὶ πρὸς νότον εἴκοσι καὶ πέντε χιλιάδες· καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ·

τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδδούκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ [*](AQ) [*](22 τοις (τοι B* τοις Bᵃᵇ) παροικουσιν] τ.προσοικουσιν A υμων 3 0] υμιν AQ | φαγονται] εσονται Q των φυλων του Ισραηλ] των υιων Ιηλ A 23 θεος] pr ο AQ X L VIII 1 βορραν 1⁰] βορρα Q μερος 1⁰| μετρον A Ημαθ 1⁰] Εμαθ Q Αιλαμ| Διναν A Αιναμ Q μερος 2⁰] pr τo A 2 του Δαν] om του A τα προς] om τα A των προς] om των A 4 Νεφθαλι A Νεφθαλειμ Q απ] απο AQ ανατολων] των προς ανατολας A Μαννασση A 8 μενει εσται] εως των προς θαλασσαν AQ + εσται Q 9 απαρχη A αφοριουσιν AQ om μηκος A om και 3⁰ Q 10 ιερευσι Bᵇ θα λασσον] +πλατος AQ χιλιαδες 2⁰] + και ανατολας πλατος δεκα χιλιαδες Q νοτον] +μηκος AQ om και 40 Q και εσται το ορος των αγιων Q αυτου] ουτων Q 11 ιερευσιν AQ φυλασσουσιν AQ)

495
πλανήσει υἱῶν Ἰσραὴλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευεῖται.

καὶ [*](B) ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἄγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευειτῶν.

τοῖς δὲ Λευείταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος δέκα χιλιάδες· πᾶν τὸ μῆκος πέντε καὶ εἵκοσι χιλιάδες, καὶ εὖρος εἵκοσι χιλιάδες.

οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ.

τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἵκοσι χιλιάσιν, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ· καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ.

καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους.

καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα, καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα, καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα, καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα.

καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολάς, καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν.

οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ.

πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἵκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἵκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀρχὴν τοῦ ἁγίου, ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως.