Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου, καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν, ἐπὶ [*](11 υιων] pr των A Δευιται AQ 12 της γης] των αγιων A οριων] AQ απαοχων A Δε ευιτων AQ 13 Λευιταις AQ τα εχομενα] om τα A | μηκος πεντε και εικοσι χιλιαδες (1⁰)] πεντε και εικ. χιλ. μηκος Q εικοσι 3 0] δεκα Q 14 αυτου] αυτω A | εστιν] ωτι Bᵇ 15 χιλιασιν] χιλιας Bᵇ την κατοικιαν] om την Q 16 των προς (1⁰)] του πρ.Q | πεντακοσιοι 3⁰] πεντακοσι (sic) A | τετρακισχιλιους πεντακοσιους] τετρακισ χ. και πεντ. A πεντ. και τετρακισχ. 17 om διακοσιοι 1⁰ A om και προς νοτον...πεντηκοντα 4 0 A om και 3⁰ Q 19 των φυλων] om των Q 20 επι πεντε και εικοσι χιλιαδας] pr ?? Q αρχην] απαρχην AQ 21 του αφηγουμενου A om και εκ τουτου A του αγιου] των αγιων A πολεως] +κατα προσωπον A et (sub θ΄ ?? ) Q επι πεντε και εικοσι (1⁰)] επι εικ. κ. πεντε A | θαλασσαν 1⁰] + επι προσωπον A επι 2⁰] + (sub οι γ΄ ?? ) προσωπον Q)

496
[*](B) πέντε καὶ εἵκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν, ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς.

καὶ παρὰ τῶν Λευειτῶν ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τῶν ὁρίων Ἰούδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμείν· τῶν ἀφηγουμένων ἔσται.

Καὶ τὸ περισσὸν τῶν φυλῶν, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσον Βενιαμείν, μία.

καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμείν, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεών, μία.

καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεών, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰσσαχάρ, μία.

καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσαχὰρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλών, μία.

καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλών, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία.

καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἕως τῶν πρὸς λίβα, καὶ ἔσται [*](§ Γ) τὰ ὄρια αὐτοῦ § ἀπὸ Θαιμὰν καὶ ὕδατος Βαριμὼθ Καδής, κληρονομίας. ἕως τῆς θαλάσσης τῆς μεγάλης.

αὕτη ἡ γῆ ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς Ἰσραήλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει Κύριος θεός.

καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ.

καὶ αἱ πύλαι τῆς πόλεως ἐπʼ ὀνόμασιν φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ῥουβὴν μία, καὶ πύλη Ἰούδα μία, καὶ πύλη Λευεὶ μία.

καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ἰωσήφ μία, καὶ πύλη Βενιαμεὶν μία, καὶ πύλη Δὰν μία.

καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν μία, καὶ πύλη Ἰσσαχὰρ μία, καὶ πύλη Σαβουλὼν μία.

καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι [*](AQΓ) [*](21 θαλασσαν 2⁰] ανατολας A εχομενα] pr και A 22 om και 1⁰ A παρα των Δευειτων] απο της κατασχεσεως των Λευιτων AQ απο] pr και AQ τω αφηγουμενω (2⁰) Q 23 φυλων] incep α Q* 24 των Βεν om των Q 25 των Συμ.) om των Q Ισαχαρ B* (Ισο. Bᵃᵇ) 26 των Ισσ.] om των AQ 27 των Ζαβ.] om των AQ 28 των Γαδ] om των AQ εως των] και εως A τα ορια] om τα A Βαριμωθ] Μαριμωθ QΓ κληρονομια AQ της θαλ.] om της A 29 η γη] om η Q Ισραηλ] pr του Γ θεος] pr ο AQΓ 30 βορρα Q txttet ᵐᵍ adnot Ρουβην Ιουδας Αευι Qmg| τετρα- κισχιλιοι και πεντακοσιοι] πεντακοσιοι τετρακισχ. Q 31 επ] επι Q ονομασι BᵇΓ φυλων] pr των AQ προς βορραν] pr αι A Λευι AQΓ 32 ανα- τολας] adnot ανατολη Ιωσηφ δενιαμειν Δαν Qmᵍ om και 4 Q 33 νοτον] adnot Συμεω Ισσαχαρ Ζαβουλω Qᵐᵍ om και 4⁰, 5⁰ QΓ Ισ σαχαρ B* Ι|σαχαρ Bᵇ 34 θαλασσαν] adnot Γαδ Ασηρ Νε εφθαλειμ Qmg | om και 3⁰ QΓ)

497
τρεῖς, πύλη Γὰδ μία, καὶ πύλη Ἀσὴρ μία, καὶ πύλη Νεφθαλεὶμ [*](Β) μία.

κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφʼ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς. ¶