Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.

καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης, τῆς εἰσόδου Ἡμά, Σελδαμμά,

Ἀβθηρά, Σεβράμ, Ἡλιάμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ἡμαθεί, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὑρανείτιδος.

ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης· ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βορρᾶν.

καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Δωρανείτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδείτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.

καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδήμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·

τοῦτο τὸ μέρος νότος καὶ λίψ. (20)τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἡμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ἡμάθ.

καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ [*](12 επ] εξ A | εκλειπη AQ | αυτου 3⁰ sub άθ΄ ?? in Q | της καινοτητος AQ αυτου πρωτοβολησει] adnot εν αλ[λιοι]ς εις τους μηνας αυτου πρωτογενησει· ινα ειπη εις τον καιρον εαυτου επιδωσει το ευαγγελιον Qmg | om αυτου 4⁰ A | oτι] διοτι AQ | αναβασις] η αναβασεις A ουτων 3⁰] αυτου Q | υγιᾶ· A 13 θεος] pr ο AQ | ορια] pr τα AQ + α Q 14 δουναι] + αυτην A | πατρα- σιν] παρρασι (sic) A 15 της προς] om της A | θαλασσης] pr της AQ 15—16 η|μασελδαμμα α θηρασ| εβραμηλιαμ B ημαθ’| ελδαμʼ μαωσθηρασεφραμʼ ηλειαμʼ A η|μασαιλααμʼ μααβʼ θηρασεφραιμ| ηλιαμ Q αδαλα αιμαθ’ βηρωθ ασα βαρειμ Qmg ανα μεσον (1⁰). . Σαυναν] ανα μ. των οριω| Ημαθʼ και ανα μ. των οριω Δαμασκου Ευναν και του Ευναν A Ημαθει] Ημαθ Q | αυλη του Σαυναν] om αυλη Q* αυλαι του Θιχων Qᵐᵍ Αυρανιτιδος AQ 17 Αινα (in fin lin) Q βορραν] + κατα βορραν και το οριον Αιμαθ (+ και Q) το οριον βορρα (-ραν Q) A et (sub θʼ ?? ) Q 18 και τα προς ανατολας] κατα προσωπον ανατολων Q Λωρανειτιδος] Ωρανιτιδος A Αυρανιτιδος Q Γαλα- αδιτιδος AQ | Φοινεικωνος B* (Φοινικ. Bᵇ) τα προς ανατολας] om τα Q 19 και Φοινικωνος] pr ?? Q? | Καδημ] Καδης AQ 20 μερος 1⁰] μηκος Q | θαλασσης] + (sub οι γ΄ ?? ) θαλασσης Q | οριζει] διοριζει AQ | εως εισοδου αυτου] εως της εισ. αυτ. (pr ?? Q?) Q 21 διαμερισετε] διεμετρησεν A διαμεριειτε Q | ταις φυλαις] pr και A)

494
[*](B) Ἰσραήλ.

βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῶν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθʼ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραήλ,

καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετʼ αὐτῶν· ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος θεός.

Καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν, κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἵσοδον τῆς Ἡμὰθ αὐλῆς τοῦ Αἰλάμ, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ἰμὰθ αὐλῆς· καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δάν, μία.

καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἀσὴρ, μία.

καὶ ἀπὸ τῶν ὁρίων Ἀσήρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλείμ, μία.

καὶ ἀπὸ τῶν ὁρίων Nεφθαλεί, ἀπʼ ἀνατολῶν ἕως τῶν πρὸς θάλασσαν Μανασσή, μία.

καὶ ἀπὸ τῶν ὁρίων Μανασσή, ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἐφράιμ, μία.