Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σέ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σοῦ ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου.

καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἕν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατʼ ἀριθμὸν τῶν ἡμερῶν ἂς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, φάγεσαι αὐτά.

καὶ τὸ βρῶμά σου φάγεσαι ἐν σταθμῷ, εἵκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά.

καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι, τὸ ἕκτον τοῦ εἵν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.

καὶ ἐνκρυφίαν κρίθινον φάγεσαι αὐτά, ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατʼ ὀφθαλμοὺς αὐτῶν,

καὶ ἐρεῖς Γάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν.

καὶ εἶπα Μηδαμῶς, Κύριε θεὲ τοῦ Ἰσραήλ· εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θηριάλωτον καὶ θνησιμαῖον οὐ βέβρωκα ἀπὸ γγενέσεάς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.