Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἐπʼ αὐτὴν πόλιν τὴν Ἰερουσαλήμ,

καὶ δώσεις ἐπʼ αὐτὴν περιοχήν, καὶ οἰκοδομήσεις ἐπʼ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπʼ αὐτὴν χάρακα, καὶ δώσεις ἐπʼ αὐτὴν παρεμβολάς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.

καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεαος, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπʼ αὐτήν, καὶ ἔσται ἐν συνκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ἰσραήλ.

Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπʼ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπʼ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν.

καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδμμίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐνενήκοντα καὶ ἑκατὸσ ἡμέρας, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ ὅκου Ἰσραήλ.

καὶ συντελέσεις ταῦτα, καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἶκου Ἰούδα τεσσεράκοντα ἡμέρας· ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.

καὶ εἰς τὸν συγκλεισμὸν [*](AQ)[*](23 εκει δοξα κυ ιστηκει sup ras Aᵃ ιστηκει AQ* 24 εστησεν] ανεστησε Bᵃᵇ 25 δησουσι ᵃ και 3⁰] + συ A | εκ μεσου] εξ A 26 σονδησω] + (sub θ ) προς τον λαρυγγα σιυ Q αποκωφωθησῃ] σʼ αλλος εση Qᵐᵍ 27 Κυριος]pr κς AQmg pr αδωναι απιθετω A IV 2 προ- χωνας Β* (προμαχ. Bᵃᵇ) 3 συγκλεισμω BᵃᵇAQ) συνκλισεις A συγκλεισῃς Qᵐᵍ vid 4 πεντηκοντα] pr εν Q | πεντηκοντα και εκατον] adnot ου κειζ παρ ΣβρΙαιοις) ήᵇΜ εκατον] ἡμέρας A ληφη Bᵃ; item 5 5 δεδωκα] εδωκα ενενηκοντα και εκατον] οι λοιποι τριακοσιας κ ενενηκ. Qmg αδι κειας 2⁰ Β* (.κιας Bᵇ; item 6) om οικου Q 6 ταυτα] αυτα πανια A δεξον] + (sub ἀθ΄ ??) δεντερον Q ληψῃ Qᵃ 7 οτο συγκλεισμον] συν- κλισμον A)

391
Ἰερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου [*](B) στερεώσεις, καὶ προφητεύσεις ἐπʼ αὐτήν.