Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν πρὸς μέ Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπʼ αὐτῶν.

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἰερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδεία, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται,

ὅπαος ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.

Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ όομφαίαν ὀξεῖαν ὑπέρ ξυρὸν κουρέως, κτήσῃ αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν [*](7 στερεωσεις] + επ αυτην Bᵃᵇ 8 εγω ιδου] improb ιδου Bᵃᵇ ιδου εγω A AQ μη] pr ου A om σου 2⁰ A* ᵛⁱᵈ (hab A) ημεραι] pr αι A συνκλεισμου A 9 καυτω σ᾿ αυτ. B)] σεαυτω AQ*salt κατ] κατα AQ 10 φαγε- σαι 1⁰] pr ο A σταθμιῳ A ημεραν] φαγεσαι A εως] pr και A 11 ειν] ιν AQ 12 εγκρυφιαν BᵃᵇAQ εγκρυψεις] κατακρυψεις A 13 Ισραηλ 1⁰] pr του AQ ουτω Qᵃ του Ισραηλ] om του AQ + (sub οι γ΄ ?? ) τον αρτον ουτων Q) ακαθαρτον Q εθνεσιν] + ου διασκορπιω αυτους εκει Q 14 ειπα] ειπον Q Κυριε] pr κε A θεε] ο θς Qᵐᵍ θνησιμαιον και θηριαλωτον AQ γενεσεως] pr της A κρεα Q* (superscr ς Qᵃ) εωλον] βεβηλον B*fort Aᵃ?Q 15 ειπεν] +κῆ A βολβιτα (λβ sup ras Aa prius βλ)] pr άθ΄ 8 τα Qᵐᵍ βοων] pr ?? τω| Qmg ποιησεις] οιησεις A* (superscr π A¹) 16 ειπεν] + κς A om εν 3⁰ A (hab Aᵃ) 17 τακησονται] εντακ. BᵃᵇQ αδι κειοις Β* ( κιοις Bᵇ) V 1 κτησῃ] κτησαι A)

392
[*](Β) πώγωνά σου. καὶ λήμψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς·

τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήραωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ, καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.

καὶ λήμψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήμψει αὐτοὺς τῇ ἀναβολῇ σου.

καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρός, καὶ κατα. καύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. καὶ ἐρεῖς παντὶ οἴκῳ Ἰσραήλ