Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ· καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.

Καὶ ἐγένετο ἐπʼ ἐμέ χεὶρ Κυρίου, καὶ εἶπεν πρὸς μέ Ἀνάστηθι [*](11 bis scr και ερεις προς αυτους (improb 2⁰ Qa) Κυριος] pr κς AQ AQ 12 om και ηκουσα 2⁰ BᵃᵇAQ μεγαλου] + λεγοντων A 13 λαι ιδον (ειδ. A) φωνην] σ΄ κ συγκρουσῖ| Qmg σεισμου] + (sub άθ΄ ?? ) μεγαλου Q 14 το πνευμα] + κυ A επορευθην] + μετεωρος AQ 16 κατοικουντας] ουν sup ras Bᵃᵇ 16 17 μετα τας...παρ εμου sup ras Aᵃ 16 ημερας] + (sub α θ᾿σ΄ ?? ) και εγενετο Q 17 διαπειλησῃ] απειλησῃ Q σ΄ προφυλαξεις Qᵐᵍ 18 ante θανατωθησῃ ras 4 vet 5 lilt Bᵛiᵈ αποστρεψαι] pr του Q του ζησαι αυτον] του ζητησαι αυτον A σ’ του σωσοι αυτο| Qmg | αδικεια Β* (-κια Bᵇ) 19 οδου] pr απο Q + αυτου BᵃᵇAᵇ ρυση] ερυσω A 20 των δικαιοσυνων] της δικαιοσυνης A βασανον] οι λοιποι σκανδαλον Qmg οτι ου διεστειλω αυτω] σ΄ επειδη μη προεφυλαξας αυτον Qᵐᵍ αυτου 4⁰] + ας εποιησεν AQ 21 αμαρτειν] αμαρτανειν A δεστειλω Q* (διεστ. Qa) σεαυτου ψυχην] ψ. σου A )

390
[*](B) καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.

καὶ ἀυέστην καὶ ἐξῆλθον εἰς τὸ πεδίον, καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβάρ, καὶ πίπτω ἐπὶ πρόσαωπόν μου.

καὶ ἥλθεν ἐπʼ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου, καὶ ἐλάλησεν πρὸς μέ καὶ εἶπέν μοι Εὄὰςελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οὑιου σου.

καὶ σύ, υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί, καὶ δήσουσἰν σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν.

καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστίν.

καὶ ἐν τῷ λαλεῖν με πρὸς σέ ἀνοίξω τὸ στόμα σου καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ὁ ἀκούσων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστίν·