Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ γνωώσεσθε ὅτι ἐγωώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.

καὶ δώσω τὸ πνεῦμά μου εἰς ὑμᾶς καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνωσεσθε ὅτι ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω, λέγει Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον καὶ γράψον ἐπʼ αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπʼ αὐτόν· καὶ ῥὰβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτὴν Τῷ Ἰωσήφ, ῥάβδον Ἐφρἀιμ καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν.

καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου.

καὶ ἔσται ὅταν λέγωσιν πρὸς σέ οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστιν ταῦτά σοι;

καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφράιμ καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτόν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν τῇ χειρὶ Ἰούδα.

καὶ ἔσονται αἱ ῥάβδοι ἐφʼ ἂς σὺ ἔγραψας ἐπʼ αὐταῖς ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν,