Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῖμα ζωῆς,

καὶ δώσω ἐφʼ ὑμᾶς νείρᾳ, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῖμὶ μου εἰς ὑμᾶς καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.

καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμἐ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.

καὶ ἰδον, καὶ ἰδοὺ ἐπʼ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν πʼ αὐτὰ δέρματα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.

καὶ εἶπεν πρὸς μέ Προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι Τάδε λέγει Κύριος Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.

καὶ ἐπροφήτευσα καθότι ἐυετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς [*](36 εγω 2⁰] pr οτι A Κυριος 2⁰] pr κς A ποιησω] εποιησα Q 37 αδω- AQ ναι Κυριος] κς κς ο θς A κι κς Q ζητηθησομαι] ζητημα θησομαι A αυτους 1⁰] αυτοις AQ 38 εγω] + ειμι A X X X V II 1 pr tit νεκρων αναβιωσις Q πνευματι] adnot τω αγιω Qmᵍ Κυριος] κυ Q πεδιου] πεδινου Q*vid (διου Qa) οστων Q ανθρωπινων] pr Q? 2 ξηρα] pr και ιδου AQ 3 Κυριε] pr κε AQ επιστη] επιστασαι Q ταυτα 2⁰] αυτα A pr ?? Q? 4 με] + (sub ??) υιε ανδου Q 5 Κυριος] pr κς AQ οστοις Q 6 πνευμα μου εις υμας] πνα μου εφ υμ. A εις υμ. πνα μου Q οτι] διοτι A 7 μοι] + κς A εγενετο] + φωνη A et (sub ?? ) Q προφητευσαι] προφητευειν A προσηγαγεν AQ* οστα] + οστεο Qᵐᵍ 8 ειδον Bᵃᵇ εφυοντο] ανεφυ- οντο A δερματα] δερμα AQ 9 επι το πνευμα. ανθρωπου] υιε αναυ προφητευσον επι το πνευμα A ιυριος] pr κς AQ εκ των τεσσαρων πνευμα- των (πν. sup ras Bᵃᵇ) κλθε] ελθε εκ των τεσσ. ανεμων του ουνου ελθε το πνευμα A εκ των τεσσ. πνευματων ελθε οι γʼ ?? ) το πνευμα Q 10 καθοτι] καθως A)

466
[*](B) τὸ πνεῦμα καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.

καὶ ἐλάλησεν Κύριος πρὸς μὲ λέγων Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν, καὶ αὐτοὶ λέγουσιν Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.

διὰ τοῦτο προφήτευσον καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἀνοίγω ὑμῶν τὰ μνήματα, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ,