Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐρεῖς αὐτοῖς Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικυκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν [*](AQ) [*](10 το πνευμα] πν. ζωης A πολλη] μεγαλη A σφοδρα] + (sub οι γʼ ?? ) σφοδρα Q 11 οικος] pr ο Q 12 ειπον] + προς αυτους A et (sub οι γ ?? ) Q Κυριος] pr αδωναι A pr κς Q υμων (υμω B υμων Bᵃᵇ) τα μνηματα] τα μν. υμων Q υμων 2⁰] + (sub οι γ ??) λαος μου Q 13 με 2⁰] + υμας A et (sub ?? ) Q ταφων] υμων AQ 14 το πνευμα] om το BᵃᵇAQ λελαληκα] ελαλησα (post ει distinx) Q Κυριος 2⁰| pr κς AQ 16 υιε] pr (sub ?? ) και συ Q Ισραηλ 1⁰] αυτης A επ 2⁰] προς AQmg ληψη BᵇQᵃ προστεθεντας] προσκειμενους A 17 συναψεις] συναξεις Q προσαλληλα Q* ( λας Qᵃ) καυτω] σεαυτω A του δησοι αυτας] pr ?? Q? 18 σου] + λεγοντες A et( sub ?? ) Q αναγγελλεις] απαγγελεις AQ 19 Κυ. ριος] pr αδωναι A pr κς Q ληψομαι BᵇQᵃ την δια] om την A Ισραηλ] pr του A προκειμενας Q* fort Ιουδα 1⁰] pr του A μιαν] + (sub ?? ) και εσονται μια Q τη χειρι]| pr εν AQ 20 αι οαβδοι (δ sup ras Bᵃᵇ)] om αι Q* (superscr Qa) ας] αις AQ 21 κυριος Κυριος] αδωναι κς ο θς A)

467
τοῦ Ἰσραήλ,

καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου καὶ ἐν τοῖς [*](B) ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,

ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν ὧν ἡμάρτοσαν ἐυ αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς θεόν·

καὶ ὁ δοῦλός μου Δαυεὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά.

καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακώβ, οὐ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς αὐτοί. καὶ Δαυεὶδ ὁ δοῦλός μου ἄθρχων εἰς τὸν αἰῶνα.

καὶ διαθήσομαι ὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετʼ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα,

καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοί μου ἔσονται λαός.

καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς, ἐν τῷ εἶναι τὰ ἄγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.